Honorary decree of boule and demos of Iasos for Arlissis Idyssollos of (E)uromos, granting proxeny, on marble block; V1; found at Iasos: Pugliese Carratelli, RAL 40, 1985, 152-154 (PH); *SEG 36, 982.B.  
[ ] SEG 36, 982B
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι
ἐν ἀρχαιρεσίηισι· Ἑκαταῖος Πιγασσω
ἐπρυτάνευεν∶· Αρλισσιν∶ Ιδυσσωλλο
Υρωμέα∶· ἀναγράψαι πρόξενον
5 καὶ εὐεργέτην∶ Ἰασέων αὐτὸν
καὶ ἐκγόνους, εἶναι δ’ αὐτῶι
ἔγκτησιν γῆς καὶ οἰκιῶν καὶ ἀσυλίην
καὶ προ<ε>δρίην καὶ δίκας κατάπερ
Ἰασεῦσιν καὶ τέλεα τελεῖν
10 καθόπερ Ἰασεῖ.
Search Help
Contact Us