Honorary decree of demos (of Iasos) for Aristodemos; IVe/IIIb; found on Chios, from Iasos: CIG 2676; SEG 4, 219; Robert, Coll. Froehner I 75-76; *IIasos 33.  
[ ] IIasos 33
0 [—]
[τοὺς ὑπ’ αὐτὸν τεταγμένους στρατιώτας εὐ]-
τάκτους καὶ προθύμο<υς> παρείχετο, καὶ τῶν ἄλλω[ν]
τῶν κατὰ τὴμ πόλιν καὶ τὴν χώραν πολλὴν
ἐπιμέλειαν ποιο<ύ>μενος διατελεῖ· δεδόχθαι τῶι
5 δήμωι· Ἀριστόδημον ἐπηινῆσθαι εὐνοίας ἕνεκεν
[ἧ]ς ἔχει περὶ τὴμ πόλιν τὴν Ἰασέων· ὑπάρχειν δὲ αὐτῶι
[K]AI\ PROCENI/AN KAI\ POLITEI/AN METE/XONTI PA/NTWN W(=N KAI\
[ο]ἱ λοιποὶ πολῖται μετέχουσιν· εἶναι δὲ αὐτῶι προεδρία[ν]
[ἐ]ν τοῖς ἀγῶσι πᾶσιν καὶ ἀτέλειαν ὧν ἡ πόλις κυρία ἐστὶν
καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι
10 ἀσυλεὶ καὶ ἀσπονδεί· ὑπάρχειν δὲ ταῦτα καὶ τοῖς ἐκγόνοις
αὐτοῦ· <ἵν>α δὲ τὸ ψήφισμα ἀναγραφῆ<ι> ἐπιμεληθῆναι τὸν
νεωποίην, τόπον δὲ ἀποδεῖξαι τοὺς προστάτας τὸ[ν]
[ἐπιφανέστ]ατον [ὅπ]ου τὸ ψήφισμα ἀναγραφήσ<ε>ται.
Search Help
Contact Us