Honorary decree of Iasos for Antiochos Brikonos of Halikarnassos, giving him proxeny and citizenship; IVe/IIIb; found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 453, no. 3 (PH); BE 1971:622; *IIasos 37.  
[ ] IIasos 37
0 [—]
[πρυτ]άνεων γνώμη Θεμίστ[ου] τοῦ Ἀπολλοδ[ώρου,]
[πι]κ̣ράτους τοῦ Ἑρμοκρέοντος, Εὐκλέους
τοῦ Ἀρτεμιδώρου, Γόργου τοῦ Περικλέους, Θεοκλέους
τοῦ  Παρμένοντος, Διογνήτου τοῦ Εὐκλέους· ἐπειδὴ
5 Ἀντίοχος Βρίκωνος Ἁλικαρνασσεὺς ἀνὴρ
ἀγαθὸς καὶ πρόθυμός ἐστιν περὶ τὴν πόλιν
τὴν Ἰασέων, εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην
Ἰασέων· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν καὶ ἀτέλειαν
πάντων ὧν ἡ πόλις κυρία ἐστὶν καὶ προεδρίαν
10 ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν
καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεί·
ταῦτα δὲ εἶναι καὶ αὐτῶι καὶ τοῖς ἐκγόνοις αὐτοῦ·
τὸ δὲ ψύφισμα ἀναγραφῆναι ἐν τῆι παραστά̣[δι]
Search Help
Contact Us