Honorary decree of demos (of Iasos) for King Antiochos (III) and Queen Laodike (III); 195/190 BC; found at Iasos: Hicks, Manual 174 (part); GIBM 442 (part); Michel 467 (part); OGIS 237 (part); Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 443-453, no. 2, col. I, ll. 33-50 and col. II (PH); BE 1971:621, pp. 504-509; Sokolowski, GRBS 13, 1972, 173-175; BE 1972:423; Garlan, ZPE 13, 1974, 197-198; BE 1973:436,438; BE 1974:544; SEG 26, 1226; *IIasos 4, ll. 33-110; BE 1987:18 (pp. 272-273).  
[ ] IIasos 4.33-110
33 [ἐπὶ σ]τεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους,
Ἐλαφηβολιῶνος·
35 [πρυτ]άνεων ἐκκλησίαν συναγαγόντων τριακάδι ἔδο-
[ξε] τῶι δήμωι· Μενοίτιος Ἱεροκλείους ἐπεστάτει· πρυ-
[τάν]ε̣ων γνώμη Ἑρμοκράτου τοῦ Θεοδότου, Ἀστιάδου
[τοῦ] Ἑκατωνύμου, Ἑρμίου τοῦ Ἀρτεμιδώρου, Ἑκαταίου τοῦ Δι-
[οπε]ίθου, Μενοιτίου τοῦ Ἱεροκλείους, Μενοιτίου τοῦ Με-
40 [νε]δ̣ήμου, Πινδάρου τοῦ Σωστράτου δι’ ἐπιτρόπου Διονυ-
[σίο]υ̣ τοῦ Μενεκλείους· ἐπειδὴ βασιλέως μεγάλου Ἀντιό-
[χο]υ̣ προγονικὴν αἵρεσιν διατηροῦντος εἰς πάντας
[το]ὺ̣ς Ἕλλη̣ν̣ας κ̣αὶ τοῖς μὲν τὴν εἰρήνην παρέχοντος,
[πο]λλοῖς δὲ ἐπ̣τ̣αικόσιν βοηθοῦντος καὶ ἰδίαι καὶ κοινῆι,
45 [τι]ν̣ὰς δὲ ἀν̣τὶ̣ δούλων ἐλευθέρους πεποιηκότες καὶ τὸ
[κα]θ̣’ ὅλον τ̣ὸ βασιλεύειν νενομικότος πρὸς εὐεργε̣σί̣α̣[ν]
[․․․]σ̣θαι ἀνθρώπων, τὴν δὲ ἡμετέραν πόλιν πρότερό̣[ν]
[τε] ἐγ δουλείας ῥυσάμενος ἐποίησεν ἐλευθέρα[ν —]
[․․․] τ̣ο̣[ὺς φ]ρ̣ουροῦντας στρατιώτας καὶ τὰς [—]
50 [—]α̣τ̣ε̣σ̣α̣ν̣σ̣[․․] ἡ̣μᾶς κυρίους τ̣[—]
[τὴν δημοκρ]ατ̣ίαν καὶ αὐτονομίαν διαφυλάσσειν, γέγ[ρα]-
[φε] πλεονάκις τῶι δήμωι περὶ τούτων, ἀκόλουθα πράσσων
τῆι διὰ πατέρων ὑπαρχούσηι αὐτῶι πρὸς τοὺς Ἕλληνας
εὐεργεσίαι, ὅ τε θεὸς ὁ ἀρχηγέτης τοῦ γένους τῶμ
55 βασιλέων συνεγμεμαρτύρηκεν τῶι βασιλεῖ παρακα-
λῶν μεθ’ ὁμονοίας πολιτεύεσθαι, ὁ δὲ δῆμος ἔχων
ταύτην τὴν αἵρεσιν πολύ τι μᾶλλον μεθ’ ὁμονοίας πολι-
τευόμενος τὰ μέγιστα ἀγαθὰ παρειληφὼς παρὰ τοῦ
βασιλέως ταῦτα διατηρεῖ· ἵνα δὲ φανερὸν γένηται τῶι τε
60 βασιλεῖ καὶ τοῖς ἄλλοις πᾶσιν, ἣν ἔχει διάληψιν ὁ δῆμος
πρῶτομ μὲν ὑπὲρ βασιλέως μεγάλου Ἀντιόχου καὶ
βασιλίσσης Λαοδίκης καὶ τῶν τέκνων αὐτῶν, εἶ[τ]εν
Ἀριστολοχ[— τῶι βασι]-
λε̣ῖ̣ διαλεξο[μένους —]
65 μον ἀξίως διε̣δε̣[ξα—]
ως εἰς τὴν πόλιν δ[—]
βασιλέα μέγαν Ἀντίο[χον —]
γέγονεν καὶ φύλαξ α̣γη[— οἱ στρατηγοὶ]
οἱ ἐξιόντες ἐκ τῆς ἀρχῆς [παραδιδότωσαν καθ’ ἕκασ]-
70 τον ἐνιαυτὸν τὰς κλεῖδας η̣[— τοῖς]
μεθ’ ἑαυτοὺς στρατηγοῖς τ[— παρὰ τὸν βω]-
μὸν ὃν ἱδρύσατο ὁ δῆμος βασ[ιλέως μεγάλου Ἀντιό]-
χου, οἱ δὲ εἰσιόντες εἰς τὴν ἀρ[χὴν θυέτωσαν ἐπὶ τοῦ]
βωμοῦ τῶι τε βασιλεῖ καὶ τοῖς α[ὐτοῦ προγόνοις καὶ τοῖς κοι]-
75 νοῖς τῆς πόλεως θεοῖς ουτ[—]
τὰς κλεῖδας· ἐπῃνῆσθα[ι] δὲ [— τὴν βα]-
σίλισσαν Λαοδίκην· καὶ ἵνα εὔ[νους ὢν ὁ δῆμος μη]-
θὲν ἐλλείπηι τιμῆς πρὸς τ[οὺς ἡμᾶς εὐεργετοῦν]-
τας τὰ μέγιστα, αἱρείσθω κα̣[τ— ἐ]νια[υτὸν — ἱέρειαν]
80 παρθένον βασιλίσσης Ἀφρο[δίτης Λα]οδίκης· [ἐν δὲ]
ταῖς ἐξόδοις ἐχέτω στρό[φιον μεσ]όλευκο[ν· καὶ αὐ]-
τῆι μὴ ἐξέστω δὶς ἱερητεῦ̣[σαι —]ετ[— τὴν τι]-
μὴν ἐν τῶι μηνὶ τῶι Ἀφροδι[σιῶνι τῆι πεντεκαιδεκάτηι?,]
ἐν ἧι γέγονεν ἡμέραι ἡ βασίλι̣[σσα Λαοδίκη, παρα]-
85 γινέσθωσαν πάντες εν[— ἔτι δὲ οἱ γα]-
μοῦντες καὶ αἱ γαμούμενα[ι ἅμα μετὰ τὴν τῶν γάμων σύν]-
ερξιν θυέτωσαν βασιλίσσ̣[ηι Λαοδίκηι — κατὰ δύ]-
ναμιν ἕκαστοι ὃ ἂν π[— βα]-
σιλίσσης συνπομπ[ευέτωσαν —]
90 αἱ ἱέρειαι πᾶσαι καὶ αἱ [παρθένοι αἱ μέλλουσαι γα]-
μεῖσθαι ἐν τῶι̣ [—]
δὲ καὶ ἀπαρ[χ— ἡμέ]-
ραι στεφ[αν—]
ποιου̣[μεν—]
95 δε[—]
ποτ̣[— γη]-
ραιο[—]
ηι δυ[—]
ου γιν[—]
100 ἡμερα[—]
τα χρη[—]
γηναιχ[—]
γαμου[—]
κηεσ[—]
105 γρα[—]
θ̣ε̣[—]
[—] ἐ̣ν δὲ τῆι̣ π̣ομπ̣[ῆι —]
[— ἱ]εροκῦρυξ κ[—]
[— μ]ηνὸς [—]
110 [—]αυ̣τ̣[—]
Search Help