Sacred law concerning priest of Zeus Megistos; Ve/IV; found at Iasos: GIBM 440; Hoffmann, Gr. Dial. III no. 131 (non vidi); Michel 724; SGDI 5517; Syll3 1016; Sokolowski, LSAM 59; SEG 15, 639; *IIasos 220; Laviosa, BA 31-32, 1985 Suppl. 47-54 (non vidi); SEG 36, 981.  
[ ] IIasos 220
1 κατὰ τάδε ἱεράσθω ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Μεγίστου· λαμβανέτω δὲ τῶν θυομένων
σκέλος ἕν, ὁποῖον ἂν θέληι, σὺν τ[ῆι] ὀσφύϊ, ὡς ἐκ[τέμν]εται ἡ ὀσ[φ]ύς, εἰάν τε πολλὰ ἐξά-
γηι ἱερέα εἰάν τε ἕν, καὶ κεφαλὴν καὶ πόδας [καὶ] σπλ[άγχνων] τέταρτομ μέρος· τῶν δὲ
ἐνθρύπτων λαμβανέτω ἓν ἀπὸ πλεκ[το]ῦ τῶι θεῶι π̣α[ρατιθεμένου]· κατὰ ταὐτὰ δὲ καὶ πα-
5 ρὰ τῶν μετοίκων· παρὰ δὲ τῶν ξένων [τ]ὰ μὲν ἄλλα καθὰ καὶ πα[ρ]ὰ τῶν ἀστῶν, λαμβανέ-
τω δὲ καὶ τὰ δέρματα· ἢν δὲ μὴ [κ]ατὰ τὰ γεγραμμένα ποι[ῆι, μὴ ἱε]ράσθω καὶ τοῦ
ἱερο͂ ἐργέσθω· ἢν δέ τις [ἐκκόψηι ἢ] ἀφαν[ίσηι τὰ γεγραμμένα,] πασχέτω
ὡς ἱερόσυλος· τῶν δὲ ἀναθ[η]μάτων ὅσα μὲν ἀργ[ὰ ἢ ἄχρηστα αὐ]τῶν, ἔστω τοῦ ἱέρεω,
τὰ δὲ ἄλλα ἀναθήματα τοῦ θεοῦ ἔστω· ἐπιμέ[λ]εσθαι δὲ τῶν ἀναθημάτων
10 τοὺς νεωποίας κατὰ τὸν νόμον.
Search Help
Contact Us