[ ] Karien — Knidos (Tekir): östl. Nekrop. — ca. 1. Jh. v.Chr. — GIBM IV.1 Nr.829b
1 Λάϊνά σοι τύμβων̣ δωμήματα Θεῖος ἔτευξα,
   Ἀτθίς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων,
εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον,
    ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον
5
Ἀτθίς, ἐμοὶ ζήσασα καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα,
   ὡς πάρος εὐφροσύνης νῦν δακρύων πρόφασι,
ἁγνά, πουλυγόητε, τί πένθιμον ὕπνον ἰαύεις,
  ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα,
Θεῖον ἐρημώσασα τὸν οὐκέτι; σοὶ γὰρ ἐς Ἅδαν
10   ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας
οὐκ ἔπιον Λήθης Ἀϊδωνίδος ἔσχατον ὕδωρ,
  ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω,
Θεῖε, πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάν|των
  νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων
15
τοῦτο σαοφροσύνας γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ
  οὐκ ἴσον οὐδὲ ἀρετᾶς ἄξιον, ἀλλ’ ἐθέμαν
μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκαι
  Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος.
οἴσω γὰρ καὶ τοῦτο χάριν σέο καὶ τὸν ἀπηνῆ
20 ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον
Search Help