[ ]
Karien — Knidos (Tekir): östl. Nekrop. — ca. 1. Jh. v.Chr. — GIBM IV.1 Nr.829b
| 1 | Λάϊνά σοι τύμβων̣ δωμήματα Θεῖος ἔτευξα, |
| Ἀτθίς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων, | |
| εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον, | |
| ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον | |
| 5 | |
| Ἀτθίς, ἐμοὶ ζήσασα καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα, | |
| ὡς πάρος εὐφροσύνης νῦν δακρύων πρόφασι, | |
| ἁγνά, πουλυγόητε, τί πένθιμον ὕπνον ἰαύεις, | |
| ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα, | |
| Θεῖον ἐρημώσασα τὸν οὐκέτι; σοὶ γὰρ ἐς Ἅδαν | |
| 10 | ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας |
| οὐκ ἔπιον Λήθης Ἀϊδωνίδος ἔσχατον ὕδωρ, | |
| ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω, | |
| Θεῖε, πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάν|των | |
| νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων | |
| 15 | |
| τοῦτο σαοφροσύνας γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ | |
| οὐκ ἴσον οὐδὲ ἀρετᾶς ἄξιον, ἀλλ’ ἐθέμαν | |
| μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκαι | |
| Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος. | |
| οἴσω γὰρ καὶ τοῦτο χάριν σέο καὶ τὸν ἀπηνῆ | |
| 20 | ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον |