[ ]
Karien — Knidos (Tekir): östl. Nekrop. — nach 282 v.Chr. — GIBM IV.1 Nr.797
1 | βαιὸν ὁδοιπορίης ἔ[τ]ι λείπεται, ἀλλὰ πρὸς αἶπος |
τὴν ὀλίγην ἀνύσεις ἀτραπιτὸν διέπων | |
χειρὸς ἀφ’ ἡμετέρης λαιῆς, ξένε· κἀμὲ προσείπας | |
χαίρειν εἰστείχεις πρὸς φιλίου τέμενος | |
5 | ἥρωος Ἀντιγόνου· Μοῦσαι δέ σοι εἴ τι νέμουσιν |
ἐσθλόν, ἀπάρχεσθαι δαίμοσιν ἐγ μελ̣έτης· | |
καὶ γὰρ ἀοιδοῖσιν θυμέλη καὶ σηκὸς ὑπ̣’ ἄγκει | |
τῶι Ἐπιγόνου κούρωι ξυνὸς ὁμευνέτιδος· | |
καὶ δρόμος ἠϊθέοισιν ἱδρύεται ἠδὲ παλαίσ̣τρη, | |
10 | λουτρά τε καὶ ταρσῶι Πὰν ὁ μελιζόμενος· |
ἀλλ’ ἀσινὴς ἔρχευ καὶ ἀπ’ Ἀ̣ρκαδίης τεμενουρὸν | |
Ἑρμῆν οὐ μέμψει τρηχέος ἐχ Φενέου |