[ ] Karien — Knidos (Tekir): östl. Nekrop. — nach 282 v.Chr. — GIBM IV.1 Nr.797
1 βαιὸν ὁδοιπορίης ἔ[τ]ι λείπεται, ἀλλὰ πρὸς αἶπος
@@TH\N O)LI/GHN A)NU/SEIS A)TRAPITO\N DIE/PWN
χειρὸς ἀφ’ ἡμετέρης λαιῆς, ξένε· κἀμὲ προσείπας
  χαίρειν εἰστείχεις πρὸς φιλίου τέμενος
5 ἥρωος Ἀντιγόνου· Μοῦσαι δέ σοι εἴ τι νέμουσιν
  ἐσθλόν, ἀπάρχεσθαι δαίμοσιν ἐγ μελ̣έτης·
καὶ γὰρ ἀοιδοῖσιν θυμέλη καὶ σηκὸς ὑπ̣’ ἄγκει
  τῶι Ἐπιγόνου κούρωι ξυνὸς ὁμευνέτιδος·
καὶ δρόμος ἠϊθέοισιν ἱδρύεται ἠδὲ παλαίσ̣τρη,
10   λουτρά τε καὶ ταρσῶι Πὰν ὁ μελιζόμενος·
ἀλλ’ ἀσινὴς ἔρχευ καὶ ἀπ’ Ἀ̣ρκαδίης τεμενουρὸν
  Ἑρμῆν οὐ μέμψει τρηχέος ἐχ Φενέου
Search Help
Contact Us