[ ]
Karien — Knidos (Tekir) — 2.-3. Jh. n.Chr. — GIBM IV.1 Nr.794; SEG 33.869
See also:
1 | [οἱ ἀπὸ τῆ]ς ο[ἰκουμένης ἀθληταὶ καὶ οἱ τούτων ἐπιστάται Κνιδίων βουλῇ ἄρχουσι δήμῳ χαίρειν] |
[ ]Ν[ ]Ο̣Ν․[ ]Χ[ ] | |
[ ] περὶ τῶν [ ]Θ․[ ]․ισιν ἐπε̣ιδ[ὴ ] | |
[ ]Λ̣[ ]ΙΤΑ̣ΙΑΝ․[ ]ΑΙ [τ]οῦ χρόνο̣υ̣ [ ]ΝΤΑΤΑΘΗΙΟ̣Ν[ ] | |
5 | [ τοῦ γε]νομένο̣[υ ψηφ]ίσματος τῷ παιδὶ τὸ ἀντ̣ί̣γ̣[ραφ]ο̣[ν καὶ δια]π̣έμψαι σημ̣[ανθὲν τῇ] |
[τῆς συνόδου σφρ]αγεῖδι [ἵνα ἀ]ν̣αγ̣νωσθὲν παρ’ ὑμεῖν εἰς τὰ γραμματ[οφυλ]άκια ὑμῶν ἀπο̣[τιθῆται]· | |
[ ἔρρωσθε]· ἔδοξε [τοῖς] ἀπὸ τῆς οἰκουμένης ἀθληταῖς καὶ τοῖς τ̣ούτων ἐπιστάταις· [ ] | |
[ ] ἐπ̣ῃ[νῆσθ]αι Εὔβουλον Ἀπολλοδώρου τὸν ἥρωα διά τε τὸ ε̣ὐγενὲς αὐτοῦ καὶ [τὸ] | |
[ ἀπὸ τ]ῶ̣ν̣ προγόν̣ο̣ν φιλότειμον καὶ τὸ περὶ τὴν ἄθλησιν λαμπρόν, ἣν ἔφθασεν ὁ π[ονηρὸς] | |
10 | [δαίμων ἁρπ]ά̣σας αὐ[τοῦ τὴ]ν νεότητα προμοίρως, φθονήσας καὶ τῇ πατρίδι τὴν ἐκ τοῦ π[αιδὸς δόξαν] |
[διὰ τὸ] πρόθυμον αὐτοῦ καὶ μεγαλοφυὲς περὶ τὴν ἄθλησιν, τὰ μέλλοντα τῆς περὶ αὐτ[ὰ σπουδῆς γί]- | |
[νεσθ]α̣ι̣· ἀνθ’ ὧν τὴν φθονηθεῖσαν αὐτοῦ νεότητα ταῖς μελλούσαις τειμαῖς καθ[οσιοῦντες ἐψη]- | |
[φ]ίσμεθα αὐτοῦ εἰκόνος γραπτῆς ἀνάθ̣εσιν καὶ ἀνδριάντος, ἅτινα ἀνατε[θήσεται ἐν τῷ ἐπι]- | |
σημοτάτῳ τῆς πόλεω[ς τό]πῳ ἐπιγραφὴν λαβόντα τὴν προσήκουσαν [ ] | |
15 | οὕτως τ̣α̣χ̣έως ΑΦ[ ]Ο̣[ ]ΑΡΠΑΣ․[ ] τειμαῖς αἰωνίαις καὶ ἡρωικαῖς ὑπ[ὸ τῶν ἀθλητῶν τετειμῆ]- |
σθαι |