[ ] Karien — Knidos (Tekir) — Wende 3./2. Jh. v.Chr.? — Bonner Jbb. 169.1969.89,1
See also:
0 [                                                             ]
[     καλεῖν δ’ αὐτοὺ]ς καὶ εἰς προεδρίαν̣· ὑπάρχειν δὲ αὐ[τοῖς]
[καὶ ἔφοδον ἐπὶ τὴν β]ουλὴν καὶ τὸν δῆμον· στῆσαι δὲ κα̣ὶ̣ ἑ[κα]-
[τέρου αὐτῶν εἰκόνα] χαλκῆν ἐπὶ βήματος μαρμαρίνου ἐν τ[ῶι]
[ἱερῶι τῆς Ἀφροδί]της τῆς Στρατονικίδος καὶ ἐπιγρα[φὴν γραφῆ]-
5 [ναι τήνδε· ὁ δῆμ]ος Ξενόκριτον Ξενοκρίτου καὶ Ἁγησικράτ[ην]
[              τ]οὺς πεμφθέντας πρὸς αὐτὸν ὑπὸ Κ̣ν̣[ι]δί[ω]ν
[δικαστὰς ἀρετῆ]ς ἕνεκεν καὶ δικαιοσύνης καὶ εὐνοίας τῆς εἰς [ἑαυτόν].
[περὶ δὲ πολιτείας] αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν τοὺς [στρα]-
[τηγοὺς καὶ τῶν ἄ]λλων πολιτῶν τὸν βουλόμενον οἷς ἔξεστ[ιν]
10 [γνώμην γράψ]αντας εἰσενεγκεῖν ἐν τῶι κατὰ τὸν νόμον χρόνω[ι]·
[ἵνα δὲ καὶ] ἐγ Κνίδωι ὑπάρχῃ ὑπόμνημα τῆς τε τῶν προγε-
[γραμμένω]ν ἀνδρῶν ἀρετῆς καὶ φιλαγαθίας [κ]α[ὶ] τῆς τοῦ δή-
[μου πρὸ]ς τοὺς ἀξίους εὐχαριστίας, τοὺς ἀποδεδειγμέ-
[νους εἰς] Κνίδον πρέσβεις κατὰ τὸ προκεκυρωμένον ὑπὲρ τ[ῶν]
15 [τιμῶν τ]ῶι δήμωι τῶι Κνιδίων ψήφισμα ἀνενεγκεῖν εἰς Κνίδον
[καὶ τὸ]δε τὸ ψήφισμα καὶ ἀναδ[ό]ντας αὐτὸ τοῖς ἄρχουσιν καὶ
[ἐπελ]θόντας ἐπὶ τὸν δῆμον ἀξιοῦν καὶ παρακ[α]λεῖν Κνιδίου[ς]
[εὔν]ους ὑπάρχοντας καὶ φίλους τοῦ δήμου [ἐπι]μέλειαν πο[ι]-
[ήσ]ασθαι, ὅπως Ξενόκριτος καὶ Ἁγησικράτης στεφανωθῶσ[ιν]
20 [πα]ρ’ αὐτοῖς ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι τοῖς στεφά-
[ν]οις οἷς ὁ δῆμος ἐψήφισται, καὶ στεφανωθέντ[ες] ἀναγορευ[θῶ]-
[σ]ιν ὅτι ὁ δῆμος ὁ Ζμυρ[να]ίων στεφανοῖ [ἑκ]άτερον αὐτῶν χρυ-
σῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης, προσαναγορευ-
θῶσιν δὲ καὶ αἱ ἄλλαι τιμαὶ ἃς ἐψήφισται ὁ δῆμος· ἀναγορεύ-
25 ωνται δὲ καὶ καθ’ ἕκ̣[α]στ[ο]ν ἔτος αἱ τι[μαὶ] Διονυσίων τῶι ἀ-
γῶνι· προνοῆσαι δὲ καὶ ὅ[πω]ς τὸ ψ[ήφισμα] τόδε ἀνα[γ]ραφὲν
εἰς στήλην [λιθίν]ην ἀνατεθ[ῆι] ἐ̣ν̣ ὧ̣ι̣ ἄ̣[ν α]ὐτοὶ κρίν[ωσιν] τόπωι.
εἰς δὲ τοὺς στεφάνους ἀγοράσαι τὸν ταμίαν τῶ[ν ὁ]σίων
μετὰ τῶν στρατ[ηγ]ῶν χρυσοῦς εἴ[κ]οσι, καὶ τῆς κατασκευῆς
30 τῶν στεφάνων τὴν ἔγδοσιν [π]οιήσασθ[αι]· τὴν [δὲ] τι[μὴ]ν τοῦ
χρυσίου καὶ τ[ὸ] εἰς τὴν κατασκευὴν τῶν στ[ε]φάν[ων ἀν][λ]ωμα
δοῦναι τὸν τα[μί]αν τῶν ὁσίων [ἀ]πὸ τοῦ ἐψηφισμένου διαφόρου εἰς
τὰ ἀνηλώματα κατὰ τὸ ψή[φισ]μα τὸ γραφὲν ὑπὲρ τοῦ πορ[ι]σμοῦ ἐ̣[μ μη]-
νὶ Λαοδικεῶνι τῶι καθ’ ἕτος· τοὺς δὲ στε[φ]άνους παραδοῦναι το[ῖς ἀπο]-
35 δεδειγμένοις εἰς Κνίδον πρεσβευταῖς· τὸ δὲ ψή[φ]ισμα τ[όδ]ε ἀναγ̣εγ̣[ράφθαι]
Search Help
Contact Us