[ ]
Karien — Knidos (Tekir) — Wende 3./2. Jh. v.Chr.? — Bonner Jbb. 169.1969.89,1
See also:
| 0 | [ ] |
| [ καλεῖν δ’ αὐτοὺ]ς καὶ εἰς προεδρίαν̣· ὑπάρχειν δὲ αὐ[τοῖς] | |
| [καὶ ἔφοδον ἐπὶ τὴν β]ουλὴν καὶ τὸν δῆμον· στῆσαι δὲ κα̣ὶ̣ ἑ[κα]- | |
| [τέρου αὐτῶν εἰκόνα] χαλκῆν ἐπὶ βήματος μαρμαρίνου ἐν τ[ῶι] | |
| [ἱερῶι τῆς Ἀφροδί]της τῆς Στρατονικίδος καὶ ἐπιγρα[φὴν γραφῆ]- | |
| 5 | [ναι τήνδε· ὁ δῆμ]ος Ξενόκριτον Ξενοκρίτου καὶ Ἁγησικράτ[ην] |
| [ τ]οὺς πεμφθέντας πρὸς αὐτὸν ὑπὸ Κ̣ν̣[ι]δί[ω]ν | |
| [δικαστὰς ἀρετῆ]ς ἕνεκεν καὶ δικαιοσύνης καὶ εὐνοίας τῆς εἰς [ἑαυτόν]. | |
| [περὶ δὲ πολιτείας] αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν τοὺς [στρα]- | |
| [τηγοὺς καὶ τῶν ἄ]λλων πολιτῶν τὸν βουλόμενον οἷς ἔξεστ[ιν] | |
| 10 | [γνώμην γράψ]αντας εἰσενεγκεῖν ἐν τῶι κατὰ τὸν νόμον χρόνω[ι]· |
| [ἵνα δὲ καὶ] ἐγ Κνίδωι ὑπάρχῃ ὑπόμνημα τῆς τε τῶν προγε- | |
| [γραμμένω]ν ἀνδρῶν ἀρετῆς καὶ φιλαγαθίας [κ]α[ὶ] τῆς τοῦ δή- | |
| [μου πρὸ]ς τοὺς ἀξίους εὐχαριστίας, τοὺς ἀποδεδειγμέ- | |
| [νους εἰς] Κνίδον πρέσβεις κατὰ τὸ προκεκυρωμένον ὑπὲρ τ[ῶν] | |
| 15 | [τιμῶν τ]ῶι δήμωι τῶι Κνιδίων ψήφισμα ἀνενεγκεῖν εἰς Κνίδον |
| [καὶ τὸ]δε τὸ ψήφισμα καὶ ἀναδ[ό]ντας αὐτὸ τοῖς ἄρχουσιν καὶ | |
| [ἐπελ]θόντας ἐπὶ τὸν δῆμον ἀξιοῦν καὶ παρακ[α]λεῖν Κνιδίου[ς] | |
| [εὔν]ους ὑπάρχοντας καὶ φίλους τοῦ δήμου [ἐπι]μέλειαν πο[ι]- | |
| [ήσ]ασθαι, ὅπως Ξενόκριτος καὶ Ἁγησικράτης στεφανωθῶσ[ιν] | |
| 20 | [πα]ρ’ αὐτοῖς ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι τοῖς στεφά- |
| [ν]οις οἷς ὁ δῆμος ἐψήφισται, καὶ στεφανωθέντ[ες] ἀναγορευ[θῶ]- | |
| [σ]ιν ὅτι ὁ δῆμος ὁ Ζμυρ[να]ίων στεφανοῖ [ἑκ]άτερον αὐτῶν χρυ- | |
| σῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης, προσαναγορευ- | |
| θῶσιν δὲ καὶ αἱ ἄλλαι τιμαὶ ἃς ἐψήφισται ὁ δῆμος· ἀναγορεύ- | |
| 25 | ωνται δὲ καὶ καθ’ ἕκ̣[α]στ[ο]ν ἔτος αἱ τι[μαὶ] Διονυσίων τῶι ἀ- |
| γῶνι· προνοῆσαι δὲ καὶ ὅ[πω]ς τὸ ψ[ήφισμα] τόδε ἀνα[γ]ραφὲν | |
| εἰς στήλην [λιθίν]ην ἀνατεθ[ῆι] ἐ̣ν̣ ὧ̣ι̣ ἄ̣[ν α]ὐτοὶ κρίν[ωσιν] τόπωι. | |
| εἰς δὲ τοὺς στεφάνους ἀγοράσαι τὸν ταμίαν τῶ[ν ὁ]σίων | |
| μετὰ τῶν στρατ[ηγ]ῶν χρυσοῦς εἴ[κ]οσι, καὶ τῆς κατασκευῆς | |
| 30 | τῶν στεφάνων τὴν ἔγδοσιν [π]οιήσασθ[αι]· τὴν [δὲ] τι[μὴ]ν τοῦ |
| χρυσίου καὶ τ[ὸ] εἰς τὴν κατασκευὴν τῶν στ[ε]φάν[ων ἀν]ή[λ]ωμα | |
| δοῦναι τὸν τα[μί]αν τῶν ὁσίων [ἀ]πὸ τοῦ ἐψηφισμένου διαφόρου εἰς | |
| τὰ ἀνηλώματα κατὰ τὸ ψή[φισ]μα τὸ γραφὲν ὑπὲρ τοῦ πορ[ι]σμοῦ ἐ̣[μ μη]- | |
| νὶ Λαοδικεῶνι τῶι καθ’ ἕτος· τοὺς δὲ στε[φ]άνους παραδοῦναι το[ῖς ἀπο]- | |
| 35 | δεδειγμένοις εἰς Κνίδον πρεσβευταῖς· τὸ δὲ ψή[φ]ισμα τ[όδ]ε ἀναγ̣εγ̣[ράφθαι] |