| 0 | [ ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· γνώμα προστα]- |
| τᾶν· [ἐπειδὴ ὁ δᾶμος ὁ Κνιδίων τάν τε φιλίαν καὶ συγγένειαν ἀνανε]- | |
| οῦται κ[αὶ ἄνδρας τρεῖς καλὸς καὶ ἀγαθὸς ποθ’ ἁμὲ ἀποστέλλει πρεσ]- | |
| βευτὰς [καὶ ψάφισμα ἐν ὧι ἐμφανίζοντι Κνίδιοι τὸν δᾶμον διὰ παν]- | |
| τὸς ἀπο[δεικνύμενον τὰν ὑπάρχουσαν αὐτῶι] | |
| 5 | διὰ προγ[όνων ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ πᾶσαν σπουδὰν] |
| καὶ φιλοτιμ[ίαν ποιούμενον περὶ τᾶς ἐπαυξήσιος τᾶν τιμᾶν τᾶς] | |
| Ἀρτάμιτο[ς τᾶς Ἱακυνθοτρόφου καὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ] | |
| πομπὰς σ[ διὰ τὰς γεγενημένας] ὑπ’ αὐτᾶ[ς ἐπι]- | |
| φανείας ποταγορεῦσαι τε διὰ ταῦτα τ[ὰ]ν θεὸν Ἐπιφανῆ καὶ προ[ψαφι]- | |
| 10 | ξάμενον συντελεῖν αὐτᾶι κατὰ πενταετηρίδα θυσίας τε καὶ ἀ[γῶ]- |
| νας μουσικὸν καὶ γυμνικὸν τούς θ’ ὑπάρχοντας αὐτῶι φίλους καὶ συ[μ]- | |
| μάχους προαιρεύμενον μετέχειν τῶν προδεδηλωμένων κ[α]- | |
| λῶς ἔχειν κεκρίκει διαπρεσβεύσασ<θαι> ποτ’ αὐτοὺς καὶ παρακαλε[ῦν]- | |
| τι τὸν δᾶμον ποτιδέξασθαι τάν τε θυσίαν καὶ τὸς ἀγῶνας τὸς | |
| 15 | συντελευμένος ὑπ’ αὐτῶν τᾶι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι θεᾶ[ι] |
| Ἐπιφανεῖ ἰσοπυθίος· ἀκολούθως δὲ καὶ τοὶ πρεσβευταὶ Δεξιφάνη[ς] | |
| Θευγείτονος, Φιλῖνος Ἀριστάρχου καθ’ ὑοθεσίαν δὲ Θευδίππου, Νι- | |
| κόστρατος Νικοστράτου ἐπελθόντες ἐπί τε τὰν βουλὰν καὶ τὰν | |
| ἐκκλησίαν διελέγεν περί τε τᾶς εὐνοίας τᾶς ὑπαρχούσας ταῖς | |
| 20 | πόλεσι ποθ’ αὑτὰς καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῶι ψαφίσματι κατακε- |
| χωρισμένων μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας ποιησάμενοι τοὺς | |
| λόγους· ὅπως οὖν ὁ δᾶμος φαίνηται περὶ πλείστου μὲν ποιεύμενος | |
| [διὰ] παντὸς τὰν ποτὶ τὸς θεὸς εὐσέβειαν, ἀκόλουθα δὲ πράσων τᾶι ὑ- | |
| [παρ]χούσαι ποτὶ Κνιδίος φιλίαι καὶ συγγενείαι καὶ τοῖς ἄλλοις τοῖς γ[ε]- | |
| 25 | [γεν]ημένοις ποθ’ αὑτὸς φιλανθρώποις, τὰς δὲ θυσίας καὶ τὸς ἀγῶνας π[ο]- |
| [τιδ]εχόμενος οἰκείω<ς> καὶ συναύξων τὰς ἐψαφισμένας ὑπ’ αὐτῶν [τι]- | |
| [μάς]· ἀγαθᾶι τύχαι· δεδόχθαι Κνιδίος μὲν ἐπαινέσαι ἐπὶ τῶι διατηρε[ῦν]- | |
| τας τὰν ὑπάρχουσαν αὐτοῖς ποτὶ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰς | |
| ἐπαύξοντας τᾶς Ἀρτάμιτος, παρακαλεῖν ἐπὶ τὰ συντελούμενα 〚ἱερὰ〛 | |
| 30 | τός τε συμμάχος καὶ φίλος, τάν τε θυσίαν ποτιδέχεσθαι καὶ τὸς ἀ- |
| γῶνας ἰσοπυθίος καθότι παρακαλεῦντι, πέμπειν δὲ καὶ θεωρὸς καὶ | |
| θυσίαν ὑπὲρ τᾶς πόλιος καθ’ οὕς κα χρόνους συντελῶντι τὸς ἀγ[ῶ]- | |
| νας· τᾶς δὲ αἱρέσιος αὐτῶν καὶ τᾶς ἀποστο[λ]ᾶς καὶ θυ[σίας τῶν τᾶι θε]- | |
| [ᾶι] πεμπομένω[ν] τετραπό[δων ἐπιμελείσθων τοὶ προστάται] |
IK Knidos I
220,Komm