[ ] Äg.Inseln — Kos: Kos — um 200 v.Chr. — PdP 42.1987.114-5 [SEG 38.812A]
See also:
1 [ἔδοξε τῶι δάμ]ωι, γνώμ[α προ]στατᾶν· ἐπειδὴ [τοῦ]
[δ]άμου δ[ιὰ π]αντὸς ἀποδεικνυμένου τὰν ὑπάρ[χουσαν]
[αὐ]τῶι διὰ προγόνων ποτὶ τὸ θεῖον εὐσέβει[αν καὶ πᾶ]-
[σα]ν σπουδὰν καὶ φιλοτιμίαν ποιουμένου περὶ [τᾶς ἐπαυξή]-
5 [σιο]ς τᾶν τιμᾶν τᾶς Ἀρτάμιτος τᾶς Ἱακυνθ[οτρόφου]
[κα]ὶ τὰς θυσίας καὶ ἀφικετείας καὶ πομπὰς [συντετε]-
[λε]κότος διὰ τὰς γεγενημένας ὑπ’ αὐτᾶ[ς ἐπιφανεί]-
[ας] καὶ διὰ ταῦτα ποταγορεύσαντος αὐτὰν [θεὸν Ἐπιφα]-
[νῆ], καὶ θυσίαν καὶ ἀγῶνας συντελεῖν τᾶι θ[εῶι κατὰ πεν]-
10 [τα]ετηρίδα μουσικόν τε καὶ γυμνικὸν καὶ τ[οὺς ὑπάρχον]-
[τας] αὐτῷ φίλους καὶ συμμάχους μετέχειν [τᾶς θυσίας καὶ]
[τῶν] ἀγώνων καλῶς ἔχειν ἔκρινε διαπρεσ[βευσάμενος πο]-
[τ’ αὐτ]ούς· ὅπως οὖν καὶ ὁ δᾶμος τὰν προαί[ρεσιν τὰν πο]-
[τὶ τὰν θ]εὸν ἀποδεικνύμενος φαίνηται καὶ σ[υναύξωνται]
15 [αἱ τιμαὶ τ]ᾶς Ἀρτάμιτος· ἀγαθᾶι τύχαι· δεδό[χθαι τῶι δά]-
[μωι· ἑλέσ]θαι πρεσβευτὰς τρεῖς, τοὶ δὲ αἱρ[εθέντες ἐς ἑ]-
[κάσταν πόλ]ιν ἐπελθόντες ἐπὶ τὰν βουλ[ὰν καὶ τὰν ἐκκλη]-
ίαν ἐμφανιζόντω τ]ε τὰν εὔνοιαν τὰν ὑ[πάρχουσαν ταῖς πόλε]-
[σι ποθ’ αὑτὰς μετὰ πάσας σ]πουδᾶς [καὶ φιλοτιμίας ποιοῦν]-
20 [τες τοὺς λόγους                                         ]
Search Help
Contact Us