[ ] Ion. — Magnesia am Maiandros — Anf. 2. Jh. v.Chr. — Kern, I.Magnesia (1900) Nr.56
0 [ἔδοξε τῶι δάμωι, γνώμαι προστατᾶν]·
[ἐπειδὴ Μ]άγνητες [εὖνοι ὄντες τῶι δά]-
[μωι διὰ π]ο̣λλῶν ὑπ[αρχ]ό̣ντω̣ν οἰκείων
[ταῖς πόλ]ε[σ]ιν ποθ’ αὑτάς, ἀποστείλαν-
[τε]ς ψ[άφι]σμα καὶ τὸν ἁιρημέ̣νον ἐπὶ τὰν
5 ἐ̣π̣αγ̣γ̣[ε]λίαν τοῦ ἀγῶνος Λ̣άμπωνα Φανί̣-
[ο]υ̣ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς χρήσαντος
λώϊον εἶμεν καὶ ἄμεινον τοῖς σεβομέ-
νοις Ἄρτα̣μιν Λευκοφρ[υ]α̣νὰν καὶ τὰν
πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν κ̣α̣ὶ
10 ἄσυλον νομίζουσ̣ιν, ἐψαφίσθα̣ι αὐ̣[τοῖ]ς̣ [τε]-
λεῖν τᾶ̣ι Ἀρτάμιτι τᾶι ἀρχαγ<έ>τιδ[ι τ]ᾶς
πόλιος αὐτῶν διὰ πέντε ἐτῶν θυ̣σία[ν]
καὶ πανάγυριν καὶ ἐκεχειρίας κα[ὶ] ἀγ[ῶ]-
να στεφανίταν ἰσοπύ[θ]ιον̣ γ̣υ̣μν̣ι̣κ̣[ὸν]
15 καὶ μουσικὸν καὶ ἱππικ[ό]ν, καὶ πα[ρακαλεῦν]-
τι τὸν δᾶμον ἀποδέξασθαι καὶ συ̣ν̣α[ύ]-
ξειν τὰς ἐψαφισμένας ὑπ’ αὐτῶ[ν] τ̣[ιμὰς]
τᾶι θεᾶι, διελέγη δὲ καὶ ὁ ἀπ[οσταλεὶς]
[πὰρ αὐ]τῶν μετὰ π̣άσας σ̣π̣ου[δᾶς· ὅπως οὖν]
20 [φανερὸς ἦι ὁ] δᾶμος προαιρ[εύμενος διὰ]
παντὸς ποτὶ τὸ θεῖ[ον] εὐσ[εβε]ῖ̣[ν καὶ Μάγνη]-
τ̣ας φίλους ὄντ̣α̣ς αὔ̣ξ̣ε̣ι̣ν̣ [           ἀγα]-
θᾶι τ̣ύχαι· δεδόχθαι τῶι δά̣[μωι· ἐπαινέ]-
σ̣α̣ι Μάγνητας ἀρετᾶς ἕνεκε[ν καὶ εὐνοί]-
25 ας καὶ ἀποδέξασθαι ἃ ἀξιοῦ[ντι ἀκολού]-
θως τῶι τοῦ θεοῦ χρησμῶι· π[ερὶ δὲ τῶν ἄ]-
θλων καὶ τᾶν τιμᾶν ὅπως δ̣ο̣[θῆι εἰς πάντα]
τὸν χρόνον τοῖς νικῶσι τὸν ἀ̣[γῶνα ὃν τιθέα]-
σι Μάγνητες καθάπερ τοῖς τ̣[ὰ Πύθια νικῶσι]
30 καὶ περὶ θεωρίας ὅπως ἀπ[ο]στ[έλληται, οἱ]
νομογράφοι περὶ τούτω[ν] εἰσ̣α̣[γέτωσαν]
ἐν τοῖς χρόνοις τοῖς ἐκ τ̣[ῶ]ν̣ ν̣[όμων, Λάμπω]-
να δὲ καλέσαι ἐπ[ὶ ξ]έν[ι]α ε<ἰ>[ς τὸ δαμιορ]-
γεῖον, πέμψαι δὲ αὐτῶ[ι] κα[ὶ ἐκέχειρα τοὺς]
35 στραταγοὺς μετὰ τῶν π[ροστατᾶν ὅσα δοκεῖ]
ἐπιτήιδεια εἶμεν
Search Help
Contact Us