[ ]
Karien — Knidos (Tekir) — 2.-1. Jh. v.Chr. — Newton II (1863) 735 Nr.85-86
See also:
| A.1 | [ἀνα]τίθημι Δάματρι καὶ Κούραι τὸν κατ’ ἐμο[ῦ] |
| [ε]ἴπ[α]ντα, ὅτι ἐγὼ τῶι ἐμῶι ἀνδ[ρὶ] φάρμακα ποιῶ· ἀνα[βαῖ] | |
| παρὰ Δάματρα πεπρημένος μετὰ τῶν αὐτοῦ [ἰδίων] | |
| πάντων ἐξαγορεύων, καὶ μὴ τύχῃ εὐειλάτου | |
| 5 | [Δ]άματρος καὶ Κούρας μηδὲ τῶν θεῶν τῶν παρὰ Δά[μα]- |
| τρος, ἐμοὶ δὲ ᾖ{η} ὅσια καὶ ἐλεύθερα ὁμοστεγησάσῃ ἢ ὧι πο[τε] | |
| τρόπωι ἐπιπλεκομένηι· ἀνατίθημι δὲ καὶ τὸν κατ’ ἐ[μοῦ] | |
| γράψαντα ἢ καὶ ἐπιτάξαντα· μὴ τύχοι Δάματρος καὶ | |
| [Κ]όρας μηδὲ θεῶν τῶν παρὰ Δάματρος εὐιλάτων, ἀλλ’ ἀ[ν]- | |
| 10 | α̣<β>αῖ μετὰ τῶν ἰδίων πάντων παρὰ [Δ]άματρα πεπρημένος |
| B.1 | [ἀνατίθη]μ̣ι Ἁ[γ]εμόν[η] τὴν σπατάλην, ἣν ἀπώλεσα̣ [ἐν] |
| [τοῖς κή]π̣οις τοῖς Ῥοδοκλεῦς, Δάματρι καὶ Κούραι καὶ θεοῖς [π]ᾶσ[ι] | |
| [καὶ πάσ]αις· ἀποδόντι μὲν [ὅ]σια καὶ ἐλεύθερα <καὶ> κομισαμένοις τ[ὸ] | |
| [κόμισ]τρον καὶ ἐμοὶ τῆι κομιζομένηι καὶ τῶι ἀποδιδόντι· [μὴ] | |
| 5 | [ἀπ]οδιδόντι δὲ Δάματρος καὶ Κούρας καὶ θεῶν τῶν π[α]- |
| [ρὰ Δ]άματρι καὶ Κούρᾳ πάντων καὶ πασᾶν, καὶ εἴ που πρ[α]- | |
| θῆι, ἐνθύμιον ἔστω Δάματρος καὶ Κούρας· ἀνατίθημι δὲ κ[αὶ] | |
| [ὅτ]ωι πλέον ἐξέτεισα παρὰ τὸν σταθμὸν τὸν ὑπ’ ἐμοῦ ἐξῃτ[η]- | |
| μένον Δάματρι καὶ Κούραι· δέσποινα, ἐμοὶ δὲ | |
| 10 | ὅσια. |
| ἀνατίθημι Δάματρι καὶ Κόραι τὸν τὴ- | |
| ν οἰκία {²⁶οἰκίαν}²⁶ μου ἀκατά<σ>τατον ποιοῦτα {²⁶ποιοῦντα}²⁶ καὶ αὐτὸ[ν] | |
| κα<ὶ> νῦν καὶ τὰ ἐ<κ>είν[ο]υ πάντα· ἐμοὶ δὲ | |
| [ὅ]σια καὶ ἐλε[ύ]θε[ρα] ᾖ πάτως {²⁶πάντως}²⁶ |