Honorary inscription for Archelaos Eunikou [by boule and demos,] on fragment of marble plaque; 1/3; found at Karahisar: MAMA VI 114 (PH); BE 1939:361; *Robert, La Carie II no. 70.B.  
[ ] Robert, La Carie II no. 70B
0 vacat [ἡ βουλὴ καὶ ὁ δῆμος vacat]
ἐτείμησεν [ταῖ]ς μεγίσταις κ̣α̣ὶ̣ [καλλίσταις τειμαῖς]
Ἀρχέλαον Εὐνείκου, [φ]ύσει δὲ Ἀπολ[λωνίου? ․․․․c.13․․․․․]
καὶ ἱερατεύσαντα καὶ γυμνασιαρχήσαντα [․․․․c.12․․․․]
․․η φιλοδ[όξως καὶ μεγαλογ]ερῶς καὶ στε[φανηφορήσαντα —]
5 {πας} πάσας ἀρχὰς τελού[μενον ἁ]γνῶς καὶ δ̣[ικαίως, ἄνδρα καλὸν?]
καὶ ἀγαθὸν ὄντα καὶ ἄριστο[ν περὶ] τὴν πο[λει]τ̣ε̣ί̣αν, [λέγοντά τε]
καὶ πράσσοντα διὰ παντὸς [τὰ κάλλι]στα καὶ συ̣ν̣ε̣τὸν ται[․․c.8․․․]
ζῶντα καλῶς καὶ ἐπ̣ι̣εικῶς καὶ φιλανθρώπ[ω]ς ἀξίως τῆς τῶ[ν προγό]-
νων ἀρετῆς, πίστει καὶ σωφροσύνηι κ[αὶ] δ̣ικαιοσύνηι καὶ τῆι π[αρ’ ὅ]-
10 λον τὸν βίον ἀναστροφῆι διαφέροντα, [․c.5․] π[ρο]ῖκα πολλάκις̣ ἐν τοῖς
ἀνανκαίοις καιροῖς παρασχόμενον το[ῖς πολεί]ταις καὶ δημοσίᾳ καὶ
[δ]ιωτικῶς, καὶ [διὰ] τῆς ἰατρικῆς τέχνης εἰς τὴν τῶν ἀπόρων ὄνησιν πλείστην
με̣λ̣[έτην] ποιούμε̣[νον και —]τως δόν[τα,] πάσης ἀρετῆ[ς ἕ]ν[ε]κ̣εν.
Search Help
Contact Us