Honorary decree for T(itus) St(atilius) Apollinario[s by boule and demos,] on block of marble; AD 170; found at Herakleia Salb.: MAMA VI 97 (PH); BE 1939:361; Hellenica 3, 10-28; BE 1948:212; *Robert, La Carie II no. 40.  
[ ] Robert, La Carie II no. 40
1 [ἡ βουλὴ καὶ ὁ δῆμος ἐτίμησαν Τ(ίτον) Στ(ατίλιον) Ἀπολλινάριον ἥρωα διὰ τοῦ] ὑπογεγραμμένου ψηφίσματος.
[εἰσηγησαμένου —]ωνος, ἐπιψηφισαμένου Ἀριστοδ[ή]-
[μου τοῦ —]ρευθη· ἐπειδὴ Τ(ίτος) Στ(ατίλιος) Ἀπολλινάριο[ς]
[— προγόνω]ν ἐπιφανεσ<τά>των ὑπάρχων καὶ συνε-
5 [κτικότων τὴν πόλιν —]υ, αὐξησάντων δὲ καὶ ἀνυπερβλήτ[ως]
[τὸν δῆμον — τειμαῖς — το]ῦ κ[υ]ρίου αὐτοκράτορος Καίσαρος Τρα-
[ϊανοῦ Σεβαστοῦ — αὐτός τ]ε παρὰ πάντα τὸν βίον καὶ διὰ λόγων καὶ δ[ι’]
[ἔργων — ἐπιεικεῖ πρὸ]ς ἅπαντας ἤθει κεχρημένος ἀνεθρ[έ]-
[ψατο υἱοὺς δύο, Σόλωνα μὲν — γενόμενον πρειμ]ιπειλάριον καὶ στρατο[π]εδάρχην κατα
10 [— τοῦ αὐτ]οκράτορος ἐ<ν> στρατείαις ἐνκεχειρηκότα
[— σ]τρατ[εία]ν, αὐτός τε πρῶτον μὲν χειλια[ρ]-
[χείας, —, ἔπειτα δὲ ἐπαρχείας — κ]αὶ ταύτ[α]ς ἐπιφανῶς ἐπιτελέσας, πισ-
[τευθεὶς δὲ ἐπιτροπείαν — Λυκίας,] Παμφυλίας, Κύπρου καὶ ταύτην μετὰ
[πάσης σπουδῆς — ἐπιτελέσας ὡς ὑπὸ —] μαρτυρηθῆναι, τὰ νῦν μετήλλαχεν καὶ κα-
15 [ταλέλοιπεν πένθος? — δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ· τιμῆσαι] Τ(ίτον) Στ(ατίλιον) Ἀπολλινάριον ἥρωα ταῖς καλλίσ-
[ταις τειμαῖς — παραμυθήσασθαι δὲ καὶ τὴν γυναῖκα αὐτοῦ] Στ(ατιλίαν) Τατίαν καὶ τοὺς κρατίστους καὶ ἀ-
[ξιολόγους υἱοὺς — καὶ —· ἐξεῖναι δὲ αὐτοῖς καὶ εἰκόνας ἐπιχρύ]σους καὶ ἀνδριάντας ἀναθεῖναι
[— ἐπι δὲ τούτων γενέσθαι τὰς ἀναλογούσας ἐπιγραφὰς] τούτῳ τῷ ψηφίσματι.  ἔτους εν[σʹ]
[—]γένης, Ἄδραστος Λυκίου
20 [— ὑ]πέγραψα.
Search Help
Contact Us