Question addressed to oracle (of Didyma) by demos of Herakleia (Lat.) concerning priesthood of Athena Latmia, followed by answer (of Apollo Didymeus) in hexameters, on anta block; c. 100/c. 75 BC; found at Herakleia Lat.: *Wörrle, Chiron 20, 1990, 23-24, no. SIIA ll. 1-16 (PH).  
[ ] Chiron 1990, 23-24:SIIA.1-16
1 [ἐπὶ στ]εφα[νηφόρου Μενάνδρου τοῦ Ἀπολλωνίου]
τοῦ Καλλικράτου τὸ δεύτερον Ποσιδεῶνος.
ὁ δῆμος ὁ Ἡρακλεωτῶν ἐρωτᾶι πότερον
αὐτῶι λώϊον καὶ ἄμεινον καὶ τῆι Λατμίαι
5 Ἀθηνᾶι προσφιλὲς πωλοῦντι τῆς προειρη-
μένης θεᾶς τὴν ἱερωσύνην διὰ βίου ἢ χειρο-
τονοῦτι αὐτῆς ἱερὴν καθ’ ἕκαστον ἐνιαυτόν.
vacat θεὸς ἔχρησεν. vacat
ὡς ἂν Πάλλαδος εὐόπλου Τριτωνίδος ἁγνῆς
10 ἱερὰ δρῶντα θεᾶι τε φιλῶς σύμπαντί τε δήμωι
θῆσθε σὺν ἐσθλαῖσιν γνώμαις βουλῆι τε κρατίστη[ι,]
κέκλυτε Φοιβείην παναληθέα θέσφατον αὐδήν·
ὃς γένει ἠδὲ βίου τάξει προφερέστατός ἐστιν,
αἱρεῖσθε ἐκ πάντων ἀστῶν λυκάβαντος ἑκάστου
15 [φρ]οντίδα καὶ σπουδὴν ἣν χρὴ θέμενοι περὶ τῶνδε,
[το]ίους γὰρ θέμις ἐστὶ θεᾶς πρὸς ἀνάκτορα βαίνειν.
Search Help
Contact Us