Question addressed to oracle (of Didyma) by demos of
Herakleia (Lat.) concerning priesthood of Athena Latmia, followed
by answer (of Apollo Didymeus) in hexameters, on anta block; c.
100/c. 75 BC; found at Herakleia Lat.: *Wörrle, Chiron 20, 1990,
23-24, no. SIIA ll. 1-16 (PH).
[ ]
Chiron 1990, 23-24:SIIA.1-16
| 1 | [ἐπὶ στ]εφα[νηφόρου Μενάνδρου τοῦ Ἀπολλωνίου] |
| τοῦ Καλλικράτου τὸ δεύτερον Ποσιδεῶνος. | |
| ὁ δῆμος ὁ Ἡρακλεωτῶν ἐρωτᾶι πότερον | |
| αὐτῶι λώϊον καὶ ἄμεινον καὶ τῆι Λατμίαι | |
| 5 | Ἀθηνᾶι προσφιλὲς πωλοῦντι τῆς προειρη- |
| μένης θεᾶς τὴν ἱερωσύνην διὰ βίου ἢ χειρο- | |
| τονοῦτι αὐτῆς ἱερὴν καθ’ ἕκαστον ἐνιαυτόν. | |
| vacat θεὸς ἔχρησεν. vacat | |
| ὡς ἂν Πάλλαδος εὐόπλου Τριτωνίδος ἁγνῆς | |
| 10 | ἱερὰ δρῶντα θεᾶι τε φιλῶς σύμπαντί τε δήμωι |
| θῆσθε σὺν ἐσθλαῖσιν γνώμαις βουλῆι τε κρατίστη[ι,] | |
| κέκλυτε Φοιβείην παναληθέα θέσφατον αὐδήν· | |
| ὃς γένει ἠδὲ βίου τάξει προφερέστατός ἐστιν, | |
| αἱρεῖσθε ἐκ πάντων ἀστῶν λυκάβαντος ἑκάστου | |
| 15 | [φρ]οντίδα καὶ σπουδὴν ἣν χρὴ θέμενοι περὶ τῶνδε, |
| [το]ίους γὰρ θέμις ἐστὶ θεᾶς πρὸς ἀνάκτορα βαίνειν. |