Hymn in lyric meter describing festival of (Athena) Tritogenes, on rectangular block of white marble; no date; found at Herakleia Lat.: *Dain, ILouvre no. 60; **Robert, BCH 102, 1978, 483-489 (PH) (l. 6); BE 1981:499.  
[ ] ILouvre 60
1 ὠ̣δῖσιν, οὐδὲ Τριτογενεῦς λωβα[—]
πηκτὰν τιθεὶς ἅλα, τάδε μὲγ γὰρ ΟΝ̣[—]
ΡΟΝ κείναις ἀνάγκαν τεῶν ἡσυχα[—]
ΦΕΣ· αὐτὰρ ἁμετέρας φροντίδος ὕμνο[ς —]
5 ΦΗΣ ἱκέτας βλαστὸς μερίμνας πραυ[ν—]
γάρ σε δᾶμος ὃν κτίσεν Ἐνδυμίων [— ἀει]-
κοιμάτου σφετέρας ἀνίας ἀνέχε[ιν —]
ΤΡΩΙ τῆνον ἐς τὸν ἀεικοίματον ὕ[πνον —]
προύθηκεν ἄντροις, τὰμ μὲν ἐκ το[ῦ —]
10 ΝΟΙΣ λοιβαῖς γεραίρει, τὰν δ’ ἐς ἄστυ[—]
σὺν βιαιολεχεῖ καὶ τέκνοις ἕστακε σ[—]
λαζύμενα πέρας· γέγαθε νῦν ἅπας μ[—]
ΠΩΝ ἀπ’ ἄκρων ἐκ πολυθρίγκων τερά̣[μνων —]
αὐχμὸν ἐς θ’ ἅλα ῥίψασαν ὑπ’ ἀμφιπολ̣[—]
15 ΕΝ θῆκαν βιοτᾶς· ἅπασα θ’ ἥβα κωμο[— ὁ]-
δοῖς κέρτομον χέοισ’ ἰαχά<ν>· οὐδέ τις [— ἀλλ’ ἀ]-
πὸ στομάτων ἀχαλίνων ἡνία γλωσσ[— ἀ]-
νάγκα τὰν ἀπὸ σώματος· ἀμφὶ γὰρ οἱ σ[—]
ΡΩΝ ἀπερύκουσα θιγεῖν· κόνις δ’ ἐς ἄπε[ιρον αἰθέρα — κα]-
20 τ’ ἄστυ· παντοφώνοις δ’ ὀργάνοις θελ[γ—]
ἄλλος παρ’ ἄλλον σὺγ γέλωι γῆρυν προ̣[— ἀνά]-
παυσιν, λύπα δὲ χαρὰν πληστὺ[ς —]
θαλίας· δμωῶν θ’ ὁ μέν τις ὦμον̣ [—]
ΘΟΣ πυρὶ θῆγ’ ἐς ἀσινᾶς δόμους [—]
25 ζεύγλαι δ’ ἀπ’ ἄλος ταυροτενεῖ σ̣[— πολυ]-
γλαγέας παντοῖον ὡρίων φερον[τ—]
τέροις· σιγᾶι δὲ κερκὶς ἁ λεχέων φύλ[αξ —]
[․․․] οἰκουρός, ἑπταυχένος δὲ δέσποιν[α —]
[․․․ κ]οῖτόνδε, ἐς οὖδας ὁμολεχὴς πίπτ[ει —]
30 [․c.5․]α δ’ ἐν ἄγγεσιν παρέστακεν [—]
[․c.6․․ τᾶ]ς τελετᾶς.  ὦ τὰν ἀείμναστο[ν —]
[․․c.8․․․] λέκτρων [ἄ]πειρος, ἐφ’ ἇι σε ὁ π[ᾶς δῆμος γεραίρει —]
[․․c.8․․․]ας ἐπεὶ γάμων ἀκμαὶ δέμας [—]
[—]
Search Help
Contact Us