Letter of Zeuxis to boule and demos of Herakleia (Lat.), on
anta blocks; 196/193 BC; found at Herakleia Lat.: Şahin, EA 9,
1987, 55-59, no.’s 2-3; *Wörrle, Chiron 18, 1988, 421-470 (PH);
SEG 37, 859.B-D.
[ ]
Chiron 1988, 421-70
| NII.3 | ἐπὶ στεφανηφόρου θεοῦ τρίτου τοῦ μετὰ Δημήτριον Δημητρίου Ἡραιῶνο[ς] |
| Ζεῦξις Ἡρακλεωτῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. οἱ παρ’ ὑμῶν πρεσ̣βευ- | |
| 5 | ταὶ Φανίας, Ἑρμίας, Αἰσχρίω̣ν, Ἀπολλώνιος, Ἑρμογένης, Ἰάσων, Αἰνέας, Παρ- |
| μενείδης, Παγκράτης, Διάς, Εὔανδρος, Θαργήλιος, Ἑρμίας, Ἀριστέας, Μενε- | |
| κράτης, Ἡρακλεόδωρος, Διονύσιος, Πρωτέας, Διονυσικλῆς, Ἀντιλέων, Ἱερο- | |
| κλῆς, Μένης ἀνήνεγκαν τὸ ψήφισμα καθ’ ὃ ὤιεσθε δεῖν ἀνακεκομισμέ- | |
| νων ἡμῶν τῶι βασιλεῖ τὴν πόλιν ἐξ ἀρχῆς ὑπάρχουσαν τοῖς προγόνοις αὐτοῦ | |
| 10 | θυσίας τε συντελεσθῆνα̣ι̣ τ̣οῖς θεοῖς καὶ τοῖς βασιλεῦσιν καὶ τοῖς τέκνοις αὐτῶν |
| καὶ εἰς τὸ λοιπὸν ὁμοίως γίνεσθαι κατὰ μῆνα τῆι ἕκτηι ἀπιόντος, αἱρεθῆναι | |
| δὲ καὶ πρεσβευτὰς τοὺς ἐμφανιοῦντας ὑπὲρ τῆς γεγενημένης στενοχω- | |
| [ρία]ς περὶ τὴν πόλιν ἐκ τῶν ἐπάνω χρόνων διὰ τοὺς πολέμους καὶ τὰς κα- | |
| [ταφθ]ο̣ρ̣ὰ̣ς καὶ παρακαλέσοντας τά τε ὑπὸ τῶν βασιλέων συγκεχωρημένα | |
| 15 | [συνδιατηρηθῆν]α̣ι̣ ὅπως ὑπάρχῃ καὶ μετὰ ταῦτα ἥ τε ἀνεπισταθμεία καὶ τὰ |
| [․․․․․․c.16․․․․․․ κ]αὶ τὰ τέλη καὶ ἔγγαια καὶ τὰ εἰσαγώγια καὶ ἐξαγώγ[ια] | |
| {²one line of text missing}² | |
| NIII.1 | [πρ]ᾶσις, δίδωται δὲ καὶ ἐκ βασιλ[ικοῦ εἰς χρῆ]σιν τῆς πόλεως μάλιστα {μὲ̣ν̣} |
| μὲν πλέον εἰ δὲ μή γε τάλαντα [․c.5․ ὡ]ς πρότερον καὶ τὸ ἐλαιοχρίστιον δ[ι]- | |
| αμένηι τὸ ἀποτεταγμένον τοῖς ν[έοις, ὃ] ἐπεκηρύσσετο τῆι ὠνῆι τοῦ λιμέ- | |
| νος, ἀξιώσοντας δὲ καὶ ἀτέλειαν συγχωρῆσαι τῶν τε ἐκ τῆς γῆς καρπῶν πάν- | |
| 5 | των καὶ τοῦ ἐννομίου τῶν τε κτηνῶν καὶ τῶν σμηνῶν ἐφ’ ἔτη ὅσ’ ἂν φαίνη- |
| ται καὶ ζεύγη τοῖς πολίταις, μνησθησομένους δὲ καὶ ὅπως σῖτος δοθῆι τῆι πό- | |
| [λ]ει δωρεὰν καὶ ἀτέλεια{ν} τοῦ τε εἰσαγομένου εἰς τὴν πόλιν καὶ τοῦ πωλουμέ- | |
| νου καὶ ἵνα οἱ ἐξάγοντες ἐκ τῆς τοῦ βασιλέως εἰς τὴν πόλιν ἐπί τε τὰς | |
| ἰδίας χρείας καὶ εἰς πρᾶσιν ἀτελεῖς ὦσιν ἀποκατασταθῆι δὲ ὑμῖν καὶ ἡ χώρα | |
| 10 | καὶ οἱ δῆμοι καὶ οἱ οἰκηταὶ συναχθῶσιν καθότι καὶ πρότερον ὑπῆρχον. καὶ οἱ πρεσ- |
| βευταὶ περί τε τῶν δεδηλωμένων διελέγησαν ἡμῖν μετὰ σπουδῆς ἀκολούθως | |
| τοῖς ἐν τῶι ψηφίσματι κατακεχωρισμένοις εὐθέως δὲ καὶ ὑπὲρ τῶν συντεθε[ιμέ]- | |
| [ν]ων αὐτοῖς ὑπομνημάτων· σπεύδοντες οὖν καὶ αὐτοὶ τὸν δῆμον εἰς τὴν ἐξ ἀ̣[ρ]- | |
| [χῆ]ς διάθεσιν ἀποκατασταθῆναι καὶ τά τε ἐπὶ τῶν προγόνων τοῦ βασιλέως | |
| 15 | [συγκεχ]ω̣ρημένα συντηρηθῆναι αὐτῶι καὶ ἐν τοῖς ἄλλοις ἐπαύξεσθαι τὴν π̣[ό]- |
| [λιν μετέχ]ουσαν πάντων τῶν εἰς πόλε̣ω̣ς̣ ἀ̣ν̣ηκόν̣τ̣ω̣ν̣ ․․Ο̣Σ․․Π̣Λ̣Ν̣[—] | |
| NIV.0 | {²four lines of text are missing}² |
| [— εἰ]σαγώγῃ [—] | |
| [․․․c.11․․․․]σ̣θε· ἔσται δὲ ἡμῖν ἐπιμελ[ὲς —] | |
| [․․․․c.12․․․․] τ̣οῦ βασιλέως ἥ τε χώρα κ[αὶ —] | |
| [․․․․c.13․․․․․ ἀπ]ο̣λύομεν δὲ καὶ το[ῦ ․․․c.11․․․․]ΝΩΝ․․․Ι̣Ι̣ΩΝ τοὺς [—] | |
| 5 | [․․․․c.13․․․․․ κα]θῆκον ἦν λαμβάνεσθαι αὐτὸ βουλόμενοι καὶ ἐν τούτο[ις] |
| [․․․․․c.15․․․․․․] ἐπιχωροῦμεν δὲ ὑμῖν καὶ τὴν πανήγυριν ἀτελῆ συντελεῖν ο[ὕ]- | |
| [τως ὥσπερ] κ̣αὶ πρότερον εἰώθειτε ἄγειν, καὶ καθόλου καὶ ἐν τοῖς ἄλλοις φρον- | |
| [τιοῦμεν ἵνα ἐ]μ̣ μηθενὶ τῶν δυνατῶν καὶ καλῶς ἐχόντων ὑστερῆτε ἀλλὰ τύ- | |
| [χητε τῆς προ]σ̣ηκούσης ἐπιμελείας. διὸ καὶ εὖ ποιήσετε καὶ αὐτοὶ διαφυλάσ- | |
| 10 | [σοντες τὴν εἰς] τὰ πράγματα εὔνοιαν· οὕτω γὰρ πολλῶι μᾶλλο̣ν̣ κ̣α̣ὶ ἡμεῖς |
| [οὐδὲν ἐλλείψομε]ν πρ<ο>θυμίας εἰς τὸ συγκατασκευάζειν τ̣[ὰ πρὸς ․]ο[—] | |
| [—]ΤΑ․․ φιλανθ[ρωπ—] | |
| [—]Ο̣[—] | |
| {²one more line of text may have followed}² |