Letter [of King Antiochos III to Herakleia Lat.] mentioning
his sons Seleukos (IV) and Mithridates, on anta blocks; 196/193
BC; found at Herakleia Lat.: Şahin, EA 9, 1987, 55-56, no. 1;
*Wörrle, Chiron 18, 1988, 421-470 (PH); SEG 37, 859.A.
[ ]
Chiron 1988, 421-70
NI.1 | [— Λαοδίκ]η̣ν καὶ τ̣ὸ̣ν̣ υἱ̣ὸ̣ν̣ Ἀ̣ν̣τ̣ί̣[οχον πρὸς τ]αῖς π̣[αρ’] |
[ὑμῶν ψηφι]σ̣θείσαις τιμαῖς οἷς διεσαφεῖτε στεφάνοις, ὁμοίως δὲ̣ | |
[στεφανώ]σαιτε καὶ Σέλευκον καὶ Μιθριδάτην τοὺς ἄλλους ἡμῶν υἱ̣- | |
[ούς, οὓ]ς̣ καὶ ἀνενέγκαντες οἱ πρεσβευταὶ ἠσπάσαντό τε ῆμᾶς ὑπὲρ | |
5 | [τοῦ δ]ή̣μου καὶ τὸ περὶ τῶν τιμῶν ψήφισμα ἀποδόντες διελέχθησαν |
[καὶ α]ὐ̣τοὶ περὶ ἑκάστων ἀκολούθως τοῖς κατακεχωρισμένοις. τάς τε | |
[δὴ τι]μὰς καὶ τοὺς στεφάνους ἀπεδεξάμεθα φιλανθρώπως καὶ | |
[ὑμᾶ]ς̣ ἐπαινοῦμεν ἐπὶ τῆι προθυμίαι· θέλοντες δὲ καὶ κατὰ τὰ λοιπὰ πο- | |
[λυ]ω̣ρ̣εῖν ὑμῶν τά τε ὑπὸ Ζεύξιδος συγχωρηθέντα ὑμῖν κυροῦμεν | |
10 | [καὶ] π̣ρὸς τῶι ὑποκειμένωι πλήθει εἰς ἐλαιοχρίστιον τοῖς νέοις ἀπο- |
[τάσσομεν κα]τ’ ἐνιαυτὸν καὶ ἄλλους μετρητὰς τριάκοντα. τό τε | |
[ἐσόμενον ἀ]νήλωμα̣ εἰς τὴν ἐπισκευὴν τοῦ ὑδραγωγίου οἰόμε- | |
[θα δεῖν δίδο]σθαι ἐκ βασιλικοῦ ἐφ’ ἔτη τρία, καὶ περὶ τούτων γεγράφαμεν | |
[․․c.8․․․ τ]ῶι διοικητῆι· ποιουμένους δὲ καὶ εἰς τὸ λοιπὸν διὰ τῶν [ἔρ]- | |
15 | [γων τὰς προ]σ̣η̣κ̣ούσας ἀποδείξεις τῆς πρὸς τὰ πράγμ̣α̣τ̣α̣ ἡ̣μ̣ῶ̣[ν εὐνοίας] |
NII.1 | [—]Α̣Β̣Α̣ΣΙ̣Λ̣Ι̣[—] |
[ὑπ]ὲρ αὐτῶν δὲ τούτων ἀκο[ύσεσθε ἐκ τ]ῶ̣ν πρεσβευτῶν. ἔρρωσ[θε.] |