Question of Poseidonios to Apollo and answer of oracle
that he should honor and propitiate Zeus Patroios, Apollo of
Telemessos, Moirai, Mother of Gods, and Agathos Daimon of himself
and his mother Gorgis, with decreee of family of Poseidonios on
details of how to do so, with mention of Taramptos; c. 300 BC;
found at Halikarnassos: GIBM 896; *Paton & Myres, JHS 16, 1896,
234-236, no. 36; Syll2 641; Michel 854; Syll3 1044; **Daux, RPh
15, 1941, 13-17 (l. 1); Sokolowski, LSAM 72; SEG 15, 637.
[ ]
JHS 16, 1896, 234-36, no. 36
1 | ἀπο[στ]είλαντος Πο[σ]ειδ[ωνίου καὶ χρ]ησά[σθα]ι̣ |
τῷ Ἀπόλλωνι, τί ἂν αὐτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ | |
γινομένοις καὶ οὖσιν, ἔκ τε τῶν ἀρσένων καὶ τῶν θ- | |
ηλειῶν, εἴη λώϊον καὶ ἄμεινον ποιοῦσιν καὶ πράσ- | |
5 | σουσιν, ἔχρησεν ὁ θεός, ἔσεσθαι λώϊον καὶ ἄμει- |
νον αὐτοῖς ἱλασκομένοις καὶ τιμῶσιν, καθάπερ | |
καὶ οἱ πρόγονοι, Δία Πατρώϊον καὶ Ἀπόλλωνα Τελε- | |
μεσσοῦ μεδέοντα καὶ Μοίρας καὶ Θεῶν Μητέρα· | |
τιμᾶν δὲ καὶ ἱλάσκεσθαι καὶ Ἀγαθὸν Δαίμονα Ποσει- | |
10 | δωνίου καὶ Γοργίδος, τοῖς δὲ ταῦτα διαφυλάσσουσιν |
καὶ ποιοῦσιν ἄμεινον ἔσεσθαι. | |
Ποσειδώνιος Ἰατροκλέους ὑπέθηκεν τοῖς ἐξ ἑαυτοῦ | |
καὶ τοῖς ἐκ τούτων γινομένοις, ἔκ τε τῶν ἀρσένων | |
καὶ τῶν θηλειῶν, καὶ τοῖς λαμβάνουσιν ἐξ αὐτῶν | |
15 | [εἰ]ς θυσίαν οἷς ὁ θεὸς ἔχρησεν ἀγρὸν τὸν ἐν Ἀστυ- |
[πα]λαίαι τὸν ὁμορροῦντα Ἄνθει καὶ Δαμαγήτωι, | |
[κ]αὶ τὴν αὐλὴν καὶ τὸν κῆπον καὶ τὰ περὶ τὸ μνημεῖον | |
[κ]αὶ τοῦ ἐν Ταράμπτωι ἐνηροσίου τὸ ἥμισυ. καρπευ- | |
[έ]τω δὲ καὶ ἱερατευέτω τῶν ἐκγόνων τῶν ἐκ Ποσει- | |
20 | δωνίου ὁ πρεσβύτατος ὢν ἀεὶ κατ’ ἀνδρογένειαν, |
ἀποδιδοὺς κατ’ ἐνιαυτὸν χρυσοῦς τέσσαρας ἀτελέ- | |
ας #⁵⁶ ἔδοξεν #⁹⁷⁴ Ποσειδωνίωι καὶ τοῖς ἐκγόνοις τοῖς | |
ἐκ Ποσειδωνίου καὶ τοῖς εἰληφόσιν ἐξ αὐτῶν αἱρεῖ- | |
σθαι ἐπιμηνίους ἐξ ἑαυτῶν τρεῖς κατ’ ἐνιαυτό[ν,] | |
25 | οἵτινες ἀπολαμβάνοντες τῆς ὑποθήκης π[αρ]ὰ [τοῦ ἱ]- |
ερέως ἑκάστου ἐνιαυτοῦ μηνὸς Ἐλευθερίου [χ]ρυσ[οῦς] | |
τέσσ[α]ρας συντελέσουσιν τὰς θυσίας· ἂν δ[ὲ] μὴ ἀπο- | |
διδῷ, ἢ μὴ θέληι καρπεύειν, εἶναι τὰ ὑποκείμενα κ[οι]νά, καὶ τοὺς | |
ἐπι[μ]ηνίους ἐγδιδόναι, τὸ δὲ τέμενος εἶναι [κοι]νὸν [κ]αὶ | |
30 | τ[οὺς ἐ]πιμηνίους ἐγμισθοῦν, καὶ τὸ μίσθωμα καὶ τὸ ἐνη- |
[ρό]σιον κομιζόμενοι μηνὸς Ἑρμαιῶνος ἐπιμελεί- | |
τωσαν ἐπὶ δύο ἡμέρας τῶι ἱερεῖ, τὰ νομιζόμε[να] | |
παρέχοντες εἰς τὰς θυσίας πάντα, τῆι μὲν π[ρ]ώτηι | |
θύειν Τύχηι Ἀγαθῆι πατρὸς καὶ μητρὸς Ποσε[ιδω]νίου | |
35 | [κ]ριὸν καὶ Δαίμονι Ἀγαθῶι Ποσειδωνίου καὶ [Γο]ργίδος |
κριόν, τῆι δὲ δευτέραι Διῒ Πατρώωι κριὸν καὶ Ἀπόλλωνι | |
Τελεμεσσοῦ μεδέοντι κρ[ιὸν] καὶ Μοίραις κριὸν | |
καὶ Θεῶν Μητρὶ αἶγα· ὁ δὲ ἱε[ρε]ὺς λαμβανέτω ἑκάστου | |
ἱερείου κωλῆν καὶ τεταρτη[με]ρίδα σπλάγχνων, | |
40 | καὶ τῶν ἄλλων ἰσόμοιρος ἔ[στω·] τὰ δὲ λοιπὰ κρέα οἱ |
ἐπιμήνιοι, ἀφελόντες ἱκανὰ τοῖς δειπνοῦσιν καὶ | |
γυναιξίν, μερίδας ποησάντωσαν ἴσας καὶ ἀποδόντω- | |
σαν ἑκάστωι μερίδα τῶν τε παρόντων καὶ τῶν ἀπόντων, | |
τὰς δὲ κεφαλὰς καὶ τοὺς πόδας αὐτοὶ ἐχόντων, τὰ δὲ | |
45 | κώιδια πωλούντων ἐν τῶι θιάσωι καὶ τῆι δευτέραι |
λόγον ἀπο<δ>όντωσαν πρὸ τοῦ δήμου ἀνα- | |
γράψαντες εἰς ὃ ἕκαστον ἀνήλωται, καὶ τὸ | |
περιγινόμενον ἀναλίσκειν εἰς ἀναθήματ[α.] | |
ἀναγράψαι δὲ καὶ τὸν χρησμὸν καὶ τὴν ὑποθήκην | |
50 | κ[αὶ] τὸ δόγμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι |
τεμέν[ει·] τοῖς δὲ ταῦτα διαφυλάσσουσιν καὶ ποιοῦ- | |
σιν ἄμεινον γένοιτο ὑπὸ θεὸν καὶ ἄνθρωπον. |