Funerary inscription by Hermes and Thoiodote Apollodorou
for selves and family, with curses for unauthorized burial and
disturbing grave; 2/3; found at Halikarnassos: CIG 2664; GIBM
918; *Cook, Greek Inscriptions 29, no. 22 (PH).
[ ]
Cook, GrkInsc 29, no. 22
1 | [τ]ὸ μνημεῖον κατεσκ[εύ]ασαν Ἕρμης καὶ Θοιοδότη Ἀπολλοδώρου· μὴ ἐξέστω δὲ |
ἕτερον τεθῆναι μηδένα, εἰ μὴ Ἕρμην πάπαν καὶ Θοιοδότην καὶ Ἕρμην | |
τὸ ὄνομα τὸ Ἕρμηδος θρεπτὸν αὐτῶν· εἰ δέ τις ἐπιχειρήσι θεῖναί τινα μηδὲ | |
γῆ καρποφορήσοιτο αὐτῷ μηδὲ θάλασσα πλωτὴ μηδὲ τέκνων ὄνησ<ι>ς | |
5 | μηδὲ βίου κράτησις ἀλλὰ ὠληπανώλη· εἴ τις δὲ ἐπιχειρήσι λίθον ἆραι ἢ λῦ- |
σαι αὐτό, ἤτω ἐπικατάρατος ταῖς προγεγραμμέναις ἀραῖς, οὐδὲ ἐξέ- | |
στω ἐκχωρῆσαί τινι τὸ μνημῖον· ἐπιμελήσονται δὲ οἱ διακατέχοντες | |
τὸ οἰκίδιον τὸ ἐξέναντι τοῦ μνημίου. |