Funerary inscription by Hermes and Thoiodote Apollodorou for selves and family, with curses for unauthorized burial and disturbing grave; 2/3; found at Halikarnassos: CIG 2664; GIBM 918; *Cook, Greek Inscriptions 29, no. 22 (PH).  
[ ] Cook, GrkInsc 29, no. 22
1 [τ]ὸ μνημεῖον κατεσκ[εύ]ασαν Ἕρμης καὶ Θοιοδότη Ἀπολλοδώρου· μὴ ἐξέστω δὲ
ἕτερον τεθῆναι μηδένα, εἰ μὴ Ἕρμην πάπαν καὶ Θοιοδότην καὶ Ἕρμην
τὸ ὄνομα τὸ Ἕρμηδος θρεπτὸν αὐτῶν· εἰ δέ τις ἐπιχειρήσι θεῖναί τινα μηδὲ
γῆ καρποφορήσοιτο αὐτῷ μηδὲ θάλασσα πλωτὴ μηδὲ τέκνων ὄνησ<ι>ς
5 μηδὲ βίου κράτησις ἀλλὰ ὠληπανώλη· εἴ τις δὲ ἐπιχειρήσι λίθον ἆραι ἢ λῦ-
σαι αὐτό, ἤτω ἐπικατάρατος ταῖς προγεγραμμέναις ἀραῖς, οὐδὲ ἐξέ-
στω ἐκχωρῆσαί τινι τὸ μνημῖον· ἐπιμελήσονται δὲ οἱ διακατέχοντες
τὸ οἰκίδιον τὸ ἐξέναντι τοῦ μνημίου.
Search Help
Contact Us