Funerary (?) inscription in elegiacs by Posis for (no name), woman of family of Antheadai; III/I; found at Halikarnassos: Bean & Cook, ABSA 50, 1955, 103-104, no. 21; SEG 16, 666; *Peek, GVAK 19-22, no. 10; SEG 30, 1261.  
[ ] GVAK 19-22, no. 10
1 μνῆμ’ ἴκελον ναοῖσι θε[ῶν πρέπον ἐστι θανόντι,]
ὃν βασιλεῖς βιότωι θῆκ[αν ἀγητὸν ἰδεῖν.]
τῶι δή τοι Πόσις υἱὸς ἀγακλει[τήν, ξέν’, Ἀρίστην]
ἐν ξυνῶι προγόνων μνήμ[ατι τῶιδε θέτο,]
5 ἤπιον, ἠπιόβουλον, ἐχέφρονα, [κῦδος ἄριστον]
Ἀνθεαδῶν, ἐρατήν· βάσκαν[ος ἀλλ’ Ἀΐδης]
ἀνδρὸς καὶ τέκνων διεχώρισ[ε τὴν ἡρωισσῶν]
τῶν ἀγαθῶν μούνην ἴχνε[σιν ἑσπομένην·]
σωφροσύνης κλέος ἔσχ’, ἐπε[ὶ ἐν γήραΐ τε γεραιάς]
10 ἠδὲ πάϊς νεότηθ’ οὕνεκ’ ἐπη̣[γλάϊσεν]
τιμαῖς Ἀνθεαδῶν, μήτηρ δ’ [οὐκ εἴκαθεν ἄλληι,]
ἀλλ’ ἐτύμως πάντων ἀ[ξίη οὖσ’ Ἀράκωι]
γίνατο παῖδ’ ἐρατὴν Πανται̣[νίδα καὶ Πόσιν υἱόν]
ἤπιον. ἧς Ἀΐδης σῶμα μὲ[ν ἐνθάδ’ ἔχει,]
15 αἴνους δὲ οὐ σήψει θνητοῖς [χρόνος, ἀλλ’ ἀγαθοῖσιν]
δῶκε θεὸς τιμὰς ἀθανά[τους φθιμένοις.]
καὶ κτιστῶν γένος εἷλκον ἀπ’ Ἀν[θεαδῶν περιφήμων,]
πατρὸς ἐπεὶ προπάτωρ Πιδάρου ἐσθλοτάτου]
τὴν Ἀνδροσθένεος Διομήδη[ς γῆμεν Ἀρίστην,]
20 οὔνομα κεἰς φθιμένην μη[δάμ’ ἀεικὲς ἐόν.]
Search Help
Contact Us