Funerary (?) inscription in elegiacs by Posis for (no
name), woman of family of Antheadai; III/I; found at
Halikarnassos: Bean & Cook, ABSA 50, 1955, 103-104, no. 21; SEG
16, 666; *Peek, GVAK 19-22, no. 10; SEG 30, 1261.
[ ]
GVAK 19-22, no. 10
1 | μνῆμ’ ἴκελον ναοῖσι θε[ῶν πρέπον ἐστι θανόντι,] |
ὃν βασιλεῖς βιότωι θῆκ[αν ἀγητὸν ἰδεῖν.] | |
τῶι δή τοι Πόσις υἱὸς ἀγακλει[τήν, ξέν’, Ἀρίστην] | |
ἐν ξυνῶι προγόνων μνήμ[ατι τῶιδε θέτο,] | |
5 | ἤπιον, ἠπιόβουλον, ἐχέφρονα, [κῦδος ἄριστον] |
Ἀνθεαδῶν, ἐρατήν· βάσκαν[ος ἀλλ’ Ἀΐδης] | |
ἀνδρὸς καὶ τέκνων διεχώρισ[ε τὴν ἡρωισσῶν] | |
τῶν ἀγαθῶν μούνην ἴχνε[σιν ἑσπομένην·] | |
σωφροσύνης κλέος ἔσχ’, ἐπε[ὶ ἐν γήραΐ τε γεραιάς] | |
10 | ἠδὲ πάϊς νεότηθ’ οὕνεκ’ ἐπη̣[γλάϊσεν] |
τιμαῖς Ἀνθεαδῶν, μήτηρ δ’ [οὐκ εἴκαθεν ἄλληι,] | |
ἀλλ’ ἐτύμως πάντων ἀ[ξίη οὖσ’ Ἀράκωι] | |
γίνατο παῖδ’ ἐρατὴν Πανται̣[νίδα καὶ Πόσιν υἱόν] | |
ἤπιον. ἧς Ἀΐδης σῶμα μὲ[ν ἐνθάδ’ ἔχει,] | |
15 | αἴνους δὲ οὐ σήψει θνητοῖς [χρόνος, ἀλλ’ ἀγαθοῖσιν] |
δῶκε θεὸς τιμὰς ἀθανά[τους φθιμένοις.] | |
καὶ κτιστῶν γένος εἷλκον ἀπ’ Ἀν[θεαδῶν περιφήμων,] | |
πατρὸς ἐπεὶ προπάτωρ Πι[νδάρου ἐσθλοτάτου] | |
τὴν Ἀνδροσθένεος Διομήδη[ς γῆμεν Ἀρίστην,] | |
20 | οὔνομα κεἰς φθιμένην μη[δάμ’ ἀεικὲς ἐόν.] |