Decree ordaining posting names of those who donated money
for stoa which demos would erect for Apollo and King Ptolemy
(II?); 279/221 BC; found at Halikarnassos, not Knidos: Newton,
Halikarnassos II 689, no. 3; Dareste, BCH 4, 1880, 341-345; *GIBM
897; Michel 595; OGIS 46; Pleket, Epigraphica I no. 26; Austin,
Hellenistic World no. 100; Migeotte, L’emprunt public no. 103; BE
1987:221 (p. 309).
[ ]
GIBM 897
1 | [Κ]αλλικλῆν το[ῖς τα]μίαις, οἱ δὲ τα̣μίαι δότω[σα]ν̣ παραχρῆμα τοῖς ἐπι- |
[με]ληταῖς, οἱ δὲ ἐπ[ιμε]λ̣ηταὶ δότωσαν τοῖς ἐ[ργ]ώναις κατὰ τὰς διαγρα- | |
φάς· ὅπως δ’ ἂν οἱ προδανείσαντες εἰς τὴν στοὰν ἣν ὁ δῆμος ἀνατί- | |
θησιν τῶι Ἀπόλλωνι καὶ Βασιλεῖ Πτολεμαίωι φανεροὶ ὦσιν πᾶσιν, τοὺς | |
5 | ἐξεταστάς, ἐφ’ ὧν{ν} ἂν συντελεσθῆι ἡ στοά, ὅσοι ἂν προδανείσωσιν |
ἄτοκα μὴ ἔλασσον 𐅂(δραχμῶν) <⁶⁶πε>⁶⁶(ντακοσίων) ἀναγράψαι αὐτῶν τὰ ὀνόματα ἐν τῆι παρα- | |
στάδι τῆς στοᾶς πατριστί, προσγράψαντας ὅτι οἵδε ἔδωκαν τῶι δήμω[ι] | |
[ἄ]τοκα χρήματα εἰς τὴν κατασκευὴν τῆς στοᾶς, ἀναγραφόντων δὲ πρῶ- | |
τον τὸν πλεῖστον δόντα. ὅπως δ’ ἂν κομίσωνται οἱ προδανεισταί, πό- | |
10 | ρους ὑποκεῖσθαι αὐτοῖς τούς τε ὑποτεθέντας εἰς τὸ βουλευτήριον, |
κομισαμένων οἷς πρότερον ὑπετέθησαν, ὑποκε[ῖ]σθαι δὲ αὐτοῖς καὶ | |
τοὺς ὑποτεθέντας εἰς τὰς εἰκόνας, τὴν πεντηκοστὴν καὶ τὸ γραφῖον | |
τῶν ὅρκων, κομισαμένων οἷς πρότερον ἐψήφισται, ὑποκεῖσθαι δὲ αὐ- | |
τοῖς καὶ ἐκ τῆς οἰκονομίας ἑκάστου ἐνιαυτοῦ τάλαντον ὅταν ἐκκομί- | |
15 | σωνται αὐτὸ καὶ τὸν τόκον οἱ δανείσαντες ἐπὶ τοῖς ὑποτεθεῖσιν αὐ- |
τοῖς ἀπὸ τῆς οἰκονομίας ἓξ ταλάντοις, τὰ δὲ λοιπὰ ὑπάρχειν εἰς τὴν | |
οἰκονομίαν· προσυποκεῖσθαι δὲ καὶ τὸ γενηθὲν ἐκ τῆς στοᾶς πραθέν- | |
των τῶν κιόνων καὶ τῶν ξύλων καὶ τοῦ κεράμου καὶ τῶν πλίνθων, ἀποδόσ- | |
θωσαν δὲ τοὺς μὲν κίονας τοὺς μέχρι τοῦ δικαστηρίου οἱ καὶ τὰ ἔρ- | |
20 | γα μισθοῦντ[ες ἐν] τῆι αὐτῆι ἐκκλησίαι, ὁ δὲ πρ[ι]άμενος ἐν ἡμέραις τρ[ι]- |
[άκο]ντα τὸ [ἀργύριον] κ̣α̣ταβαλέτω τοῖς τ[α]μίαις· οἱ δὲ ταμί̣[αι —] |