Honorary decree (of Halikarnassos) for Zenodotos Baukideos
for services to Troizen, with rider for posting decree concerning
Troizen; 303/c. 290 BC; now at Cambridge UK, presumably from
Halikarnassos: CIG 106 + I p. 900; *Hicks, JHS 2, 1881, 98-101;
Michel 452.
[ ]
JHS 2, 1881, 98-101
1 | [— Τρο]- |
ζῆνι ἐν στήληι ἐν τῶι ἱερῶι· ἐπαινέσαι δὲ καὶ | |
Ζηνόδοτον Βαυκιδέως, ἐπειδὴ Τροζήνιοι γε- | |
γράφασιν ἐν τῶι ψηφίσματι τῶι πρὸς τὴν πό- | |
5 | λιν ὅτι ἀνὴρ ἀγαθὸς γέγονε περὶ τὸν δῆμον |
τὸν Τροζηνίων καὶ κατὰ καιρὸν ἀφικόμενος | |
ἐβοήθησε καὶ συνηγωνίσατο αὐτοῖς εἰς τὴν | |
ἐλευθερίαν τῆς πόλεως καὶ τὴν ἐξαγωγὴν | |
τῆς φρουφᾶς ἀξίως τῆς τε πατρίδος καὶ τῆς | |
10 | οἰκειότητος καὶ εὐνοίας τῆς ὑπαρχούσης |
τῆι πόλει πρὸς Τροζηνίους, καλέσαι δὲ αὐτ[ὸν] | |
καὶ εἰς πρυτανεῖον ἐπὶ δεῖπνον. | |
ἔδοξε τῶι δήμῶι· Ἰατροκλῆς Πυθίωνος εἶπ[ε.] | |
τὰ μὲν ἄλλα καθότι ἡ βουλὴ ἐψηφίσατο, τὸ δὲ | |
15 | ψήφισμα τὸ περὶ Τροζηνίων ὁ προεβούλευ[σεν] |
ἡ βουλὴ ἀναγράψαι ἐν στήληι λιθίνηι καὶ σ[τῆ]- | |
σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἐπιμεληθ[ῆναι] | |
δὲ τῆς ἀναγραφῆς τοὺς ἐξεταστάς· τὸ [δὲ] | |
[ἀνά]λωμα τὸ εἰς τὴν στήλην δοῦναι τὸ[ν τα- | |
20 | [μίαν?] |