Fragment of honorary decree (of Halikarnassos) for [Philodemos Drakontos?], who served as envoy; 11?; found at Halikarnassos: *Cousin & Diehl, BCH 14, 1890, 97-99, no. 4.  
[ ] BCH 1890, 97-99, no. 4
1 [․c.4․ πεπ]ρεσβευκότα ․[—]
[․․ τ]ὸ γῆρας καὶ τὴν ἀσθέ[νειαν —]
[․․] πεπεικότα τοῖς δικαίοις ὥστε ἀνθ’ ὧν ἐπιάσθ[ημεν δηναρίων]
[ἓ]ξ μυριάδων οὐ καθηκόντως, ἵνα τὰ ἐπιβάλλοντα δῶμεν δ[η]-
5 [ν]άρια μύρια καὶ ἐκ τῆς ἐπικρίσεως τῶν προγεγραμμένων ἡγεμ[ό]-
νων καὶ πρὸς τὸ λοιπὸν εἰσφέρωμεν κατὰ τὴν δύναμιν καὶ μ[ὴ]
κατισχυώμεθα, τετειμῆσθαι πάλιν αὐτὸν ταῖς μεγίσταις
τειμαῖς αἷ<ς> ἤδη πλεονάκις ὑπὸ τῆς πόλεως τετείμηται, χάριν τοῦ
καὶ ἑτέρους προτ<ρέ>πεσθαι πρὸς ἀρετὴν καὶ πρὸς τὰ κάλλιστα τῶν
10 ἔργων, καὶ χάριν τοῦ τὴν μνήμην μένειν ἀθάνατον τῶν ὑπὲρ τῆς
πατρίδος ὑπ’ αὐτοῦ κατωρθωμένων, καὶ χάριν τοῦ καλοῦ τῶν τέ-
κνων αὐτοῦ καὶ τῶν ἐγ<γ>όνων· τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσμ[α]-
τος ἐν τρισὶν στήλαις ἀναγράψαι καὶ ἀναστῆσαι ταύτας ἐν τοῖς ἐ-
πισημοτάτοις τόποις μετὰ τῶν λοιπῶν αὐτοῦ τειμῶν, ἑλέσ-
15 θαι δὲ ἄνδρας ἀγαθοὺς δύο τοὺς ἐπειμελησομένους τῆς ἀ-
ναγραφῆς τοῦ ψηφίσματος καὶ τῆς ἀναστάσεως τῶν στηλῶν,
τὴν δὲ ἐσομένην εἰς ταῦτα δαπάνην ἐξοδιασθῆναι ἐκ τοῦ λό-
γου τῆς πόλεως ὑπὸ τῶν εἰς τὸν ἐχόμενον ἐνιαυτὸν καταστα-
θησομένων στρατηγῶν.  εἱρέθησαν ἐπὶ τῆς τῶν στηλῶν κατα-
20 σκευῆς τε καὶ ἀναθέσεως Διονύσιος Ἕρμωνος, Ἑκαταῖος Θέωνος.
Search Help
Contact Us