Honorary decree of boule and dem[os] (of Halikarnassos) for
Diodotos Philonikou for contributions towards building gymnasion
Philippeion; 275/250 (?) BC; found at Halikarnassos: Paton, CR 8,
1894, 217-218; Michel 456; *Wilhelm, JÖAI 11, 1908, 53-56, no. 1
(PH, part); **Migeotte, L’emprunt public no. 102 (l. 32); BE
1987:221 (p. 309).
[ ]
JÖAI 11, 1908, 53-56, no. 1
1 | ἐπὶ ἱεροποιοῦ Διοφάντου τοῦ Διο[γέν]ους, ἐπὶ |
πρυτανείας τῆς μετὰ Μητροδώρου τοῦ Λεοντιάδ[ου,] | |
γραμματεύοντος Δράκοντος τοῦ Θεοδώρου, μηνὸς | |
Ἀνθεστηριῶνος· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι·] | |
5 | γνώμη πρυτάνεων· ἐπειδὴ Διόδοτος Φιλονίκου πᾶσαν |
φιλοτιμίαν καὶ προθυμίαν παρέσχηται εἰς τὸ ἐπι- | |
σκευασθῆναι τὸ γυμνάσιον τὸ Φιλίππειον ἐμ μὲν τῶ[ι] | |
πρώτωι ψηφίσματι ἐπαγγειλάμενος εἰς τὰ ἔργα μέχ[ρι] | |
τῆς διπλῆς στοᾶς δώσειν ἄτοκον δραχμὰς μυρίας [καὶ τὸ] | |
10 | ἐλλεῖπον κατὰ τὰς ἐπαγγελίας πᾶν, πάλιν δὲ ἐν ἄλλ[ωι] |
ψηφίσματι φιλοτιμούμενος ὅπως ἂν ἅπαν ἦι συντετε- | |
λεσμένον τὸ γυμνάσιον τὰ προσδέοντα χρήματ[α] | |
κατὰ τὰς ἐπαγγελίας δώσειν αὐτὸς πάντα ἄτοκα, κ[αὶ] | |
διὰ ταύτας τὰς αἰτίας συμβέβηκεν ἅπαν τὸ γυμνάσιο[ν] | |
15 | [ἐ]πεσκευάσθαι καὶ ἀποδεδείχασιν οἱ ἐπιμεληταὶ τῆι βουλ[ῆι] |
συντετελεσμένα πάντα τὰ ἔργα ἀρεστῶς καὶ δεδο- | |
κίμακεν ἡ βουλὴ καὶ ἐν τῶι λόγωι φέρουσιν οἱ ἐπιμελητ[αὶ] | |
εἰς τὰ ἔργα δεδωκότα Διόδοτον τὸ πᾶν ἄτοκον δραχμ[ὰς] | |
τρισμυρίας τρισχιλίας τετρακοσίας· οὐ μόνον δὲ | |
20 | [α]ὐτὸς ἔδωκεν, ἀλλὰ καί τινας τῶν δεδωκότων δωρε[ὰν] |
ἔπεισεν· δεδόχθαι, ὅπως ἂν καὶ ὁ δῆμος φανερὸς ἦι [αὐ]- | |
τὸν εἰς τὸ γυμνάσιον φιλοτιμηθέντα τιμῶν τιμαῖ[ς] | |
ταῖς καταξίαις καὶ πάντες προτρέπωνται εἰς τὸ τὰς χρεία[ς] | |
παρέχεσθαι εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου, | |
25 | στεφανῶσαι Διόδοτον Φιλονίκου χρυσῶι στεφάνωι |
καὶ εἰκόνι χαλκῆι ἀπὸ δραχμῶν τετρακισχιλίων, | |
στῆσαι δὲ τὴν εἰκόνα αὐτοῦ ἐν τῶι γυμνασίωι ἵνα | |
ὑπόμνημα ἦι τῆς φιλοτιμίας τῆς εἰς τὸ γυμνά[σιον] | |
[ἣν] παρέσχετο καὶ εἰς χρημάτων [λ]όγον ὑπὲρ τ[ὴν δύνα]- | |
30 | [μ]ιν αὑτοῦ καὶ εἰς τὰ ἄλ[λα· ὅ]πως δ’ ἂν [τὸ ἀργύριον] |
δοθῆι τό τε εἰς τὸν στέφανον καὶ τὴν ε[ἰκόνα αὐτοῦ,] | |
ἐπειδὴ αἱ μὲν ἱεραὶ [κ]α[ὶ δημ]όσι[α]ι [πρόσοδοι ἐλλείπουσιν,] | |
ὁρῶντες δὲ το[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․] | |
Διόδοτον [—] |