Honorary decree of boule and dem[os] (of Halikarnassos) for Diodotos Philonikou for contributions towards building gymnasion Philippeion; 275/250 (?) BC; found at Halikarnassos: Paton, CR 8, 1894, 217-218; Michel 456; *Wilhelm, JÖAI 11, 1908, 53-56, no. 1 (PH, part); **Migeotte, L’emprunt public no. 102 (l. 32); BE 1987:221 (p. 309).  
[ ] JÖAI 11, 1908, 53-56, no. 1
1 ἐπὶ ἱεροποιοῦ Διοφάντου τοῦ Διο[γέν]ους, ἐπὶ
πρυτανείας τῆς μετὰ Μητροδώρου τοῦ Λεοντιάδ[ου,]
γραμματεύοντος Δράκοντος τοῦ Θεοδώρου, μηνὸς
Ἀνθεστηριῶνος· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι·]
5 γνώμη πρυτάνεων· ἐπειδὴ Διόδοτος Φιλονίκου πᾶσαν
φιλοτιμίαν καὶ προθυμίαν παρέσχηται εἰς τὸ ἐπι-
σκευασθῆναι τὸ γυμνάσιον τὸ Φιλίππειον ἐμ μὲν τῶ[ι]
πρώτωι ψηφίσματι ἐπαγγειλάμενος εἰς τὰ ἔργα μέχ[ρι]
τῆς διπλῆς στοᾶς δώσειν ἄτοκον δραχμὰς μυρίας [καὶ τὸ]
10 ἐλλεῖπον κατὰ τὰς ἐπαγγελίας πᾶν, πάλιν δὲ ἐν ἄλλ[ωι]
ψηφίσματι φιλοτιμούμενος ὅπως ἂν ἅπαν ἦι συντετε-
λεσμένον τὸ γυμνάσιον τὰ προσδέοντα χρήματ[α]
κατὰ τὰς ἐπαγγελίας δώσειν αὐτὸς πάντα ἄτοκα, κ[αὶ]
διὰ ταύτας τὰς αἰτίας συμβέβηκεν ἅπαν τὸ γυμνάσιο[ν]
15 [ἐ]πεσκευάσθαι καὶ ἀποδεδείχασιν οἱ ἐπιμεληταὶ τῆι βουλ[ῆι]
συντετελεσμένα πάντα τὰ ἔργα ἀρεστῶς καὶ δεδο-
κίμακεν ἡ βουλὴ καὶ ἐν τῶι λόγωι φέρουσιν οἱ ἐπιμελητ[αὶ]
εἰς τὰ ἔργα δεδωκότα Διόδοτον τὸ πᾶν ἄτοκον δραχμ[ὰς]
τρισμυρίας τρισχιλίας τετρακοσίας· οὐ μόνον δὲ
20 [α]ὐτὸς ἔδωκεν, ἀλλὰ καί τινας τῶν δεδωκότων δωρε[ὰν]
ἔπεισεν· δεδόχθαι, ὅπως ἂν καὶ ὁ δῆμος φανερὸς ἦι [αὐ]-
τὸν εἰς τὸ γυμνάσιον φιλοτιμηθέντα τιμῶν τιμαῖ[ς]
ταῖς καταξίαις καὶ πάντες προτρέπωνται εἰς τὸ τὰς χρεία[ς]
παρέχεσθαι εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου,
25 στεφανῶσαι Διόδοτον Φιλονίκου χρυσῶι στεφάνωι
καὶ εἰκόνι χαλκῆι ἀπὸ δραχμῶν τετρακισχιλίων,
στῆσαι δὲ τὴν εἰκόνα αὐτοῦ ἐν τῶι γυμνασίωι ἵνα
ὑπόμνημα ἦι τῆς φιλοτιμίας τῆς εἰς τὸ γυμνά[σιον]
[ἣν] παρέσχετο καὶ εἰς χρημάτων [λ]όγον ὑπὲρ τ[ὴν δύνα]-
30 [μ]ιν αὑτοῦ καὶ εἰς τὰ ἄλ[λα· ὅ]πως δ’ ἂν [τὸ ἀργύριον]
δοθῆι τό τε εἰς τὸν στέφανον καὶ τὴν ε[ἰκόνα αὐτοῦ,]
ἐπειδὴ αἱ μὲν ἱεραὶ [κ]α[ὶ δημ]όσι[α]ι [πρόσοδοι ἐλλείπουσιν,]
ὁρῶντες δὲ το[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]
Διόδοτον [—]
Search Help
Contact Us