[ ]
ML 32
1 | τάδε ὁ σύλλο[γ]ος ἐβολεύσατο |
ὁ Ἁλικαρναͳέ[ω]ν {²⁶Ἁλικαρνασσέων}²⁶ καὶ Σαλμακι- | |
τέων καὶ Λύγδαμις ἐν τῆι ἱερῆ[ι] | |
ἀγορῆι, μῆνος Ἑρμαιῶνος πέμ- | |
5 | πτηι ἱσταμένο, ἐπὶ Λέοντος πρυ- |
ταν[εύον]τος το͂ Ὀαͳαͳιος {²⁶Ὀασσασσιος}²⁶ κα- | |
[ὶ] Σα[ρυͳ]ώλλο {²⁶Σαρυσσώλλο}²⁶ το͂ Θεκυΐλω νε- | |
[ωπ]οί[ος τ]ὸς μνήμονας μὴ παρ[α]- | |
διδό[ναι] μήτε γῆν μήτε οἰκ[ί]- | |
10 | [α] τοῖς μνήμοσιν ἐπὶ Ἀπολλω- |
νίδεω το͂ Λυγδάμιος μνημονε- | |
ύοντος καὶ Παναμύω το͂ Κασβώ- | |
λλιος καὶ Σαλμακιτέων μνη- | |
μονευόντων Μεγαβάτεω το͂ Ἀ- | |
15 | φυάσιος καὶ Φορμίωνος το͂ Π[α]- |
νυάͳιος {²⁶Πανυάσσιος}²⁶. ἢν δέ τις θέληι δικάζε- | |
σθαι περὶ γῆς ἢ οἰκίων, ἐπικαλ[έ]- | |
τω ἐν ὀκτωκαίδεκα μησὶν ἀπ’ ὅτ[ε] | |
ὁ ἅδος ἐγένετο· νόμωι δὲ κατάπ[ε]- | |
20 | ρ νῦν ὁρκῶ{ι}σ<α>ι {²⁶ὁρκῶσαι}²⁶ τὸς δικαστάς· ὅ τ[ι] |
ἂν οἱ μνήμονες εἰδέωσιν, τοῦτο | |
καρτερὸν ἐ͂ναι. ἢν δέ τις ὕστερον | |
ἐπικαλῆι τούτο το͂ χρόνο τῶν | |
ὀκτωκαίδεκα μηνῶν, ὅρκον ἐ͂ναι τ- | |
25 | ῶι νεμομένωι τὴν γῆν ἢ τὰ οἰκ- |
[ί]α, ὁρκο͂ν δὲ τὸς δικαστὰς ἡμί- | |
[ε]κτον δεξαμένος· τὸν δὲ ὅρκον εἶ- | |
[ν]αι παρεόντος το͂ ἐνεστηκότος. κ- | |
αρτερὸς δ’ εἶναι γῆς καὶ οἰκίων οἵτινες | |
30 | τότ’ εἶχον ὅτε Ἀπολλωνίδης καὶ Πανα- |
μύης ἐμνημόνευον, εἰ μὴ ὕστερο- | |
ν ἀπεπέρασαν. τὸν νόμον τοῦτον | |
ἤν τις θέληι συγχέαι ἢ προθῆτα- | |
[ι] ψῆφον ὥστε μὴ εἶναι τὸν νόμο- | |
35 | ν τοῦτον, τὰ ἔοντα αὐτο͂ πεπρήσθω |
καὶ τὠπόλλωνος εἶναι ἱερὰ καὶ α- | |
ὐτὸν φεύγεν αἰεί· ἢν δὲ μὴ ἦι αὐτ- | |
ῶι ἄξια δέκα στατήρων, αὐτὸν [π]- | |
επρῆσθαι ἐπ’ ἐξαγωγῆι καὶ μη[δ]- | |
40 | αμὰ κάθοδον εἶναι ἐς Ἁλικαρν- |
ησσόν. Ἁλικαρνασσέων δὲ τῶς σ- | |
υμπάντων τούτωι ἐλεύθερον ε[ἶ]- | |
ναι, ὃς ἂν ταῦτα μὴ παραβαίνηι κατό- | |
περ τὰ ὅρκια ἔταμον καὶ ὡς γέγραπτ- | |
45 | αι ἐν τῶι Ἀπολλω[νί]ωι, ἐπικαλε͂ν. |