Honorary decree of Bargylia for Poseidonios; c. 127 BC; found at Bargylia: Foucart, CRAI 37, 1904, 326-335 (non vidi); OGIS II p. 551; Holleaux, REA 21, 1919, 1-19 (= Et. épig. II 179-198); *IIasos 612.  
[ ] IIasos 612
0 [—]
τῶι δήμωι καὶ τα[—]υς τὴν πόλιν τε[—]δ[—]ωενη[—]
φιλάνθρωπα, ἐπ[εμ]ελήθη δὲ ὁμοί[ως καὶ] τῆς τοῦ πρυτανείου ἐπισ-
κευῆς ἐν [ὧ]ι συμβαίνει τοὺς ξενισμοὺς καὶ τὰς ὑποδοχὰς ὑπὸ τοῦ δή-
μου γίνεσθαι, ὅπως, τυχόντος τούτου τοῦ τόπου τῆς ἁρμοζούση[ς]
5 προστασίας, ὁ δῆμος μηδενὸς τῶν χρησίμων ὀλιγωρῶν φαίνηται·
τῆς τε τῶν στεφανηφόρων καταστάσεως προενόησεν καὶ ψήφισμα
συνγράψας ἐπέταξεν ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν καθιστῆ-
ται στεφανηφόρος ὁ ἱερασόμενος τοῦ Ἀπόλλωνος καὶ ἐπιφανέστε-
ρον αἱ τιμαὶ καὶ θυσίαι τούτωι τε τῶι θεῶι καὶ τοῖς ἄλλοις ἐπιτελῶνται·
10 ψήφισμά τε εἰσενέγκας μετὰ τῶν συναρχόντων ἐπέταξεν τοῖς στε-
φανηφόροις ἀνατιθέναι τῶι Ἀπόλλωνι καὶ τῶι δήμωι φι[ά]λην ἀργυρᾶν
ἀπὸ δραχμῶν Ἀλεξανδρείων ἑκατόν, τειμᾶσθαι μὲν τὸ θεῖον βουλόμενος,
τ[ῶι δ]ὲ δήμωι σπεύδων συναγωγὴν χρημάτων [γί]νεσθαι· Μανίου τε
Ἀκυλλίου τοῦ Ῥωμαίων στρατηγοῦ ἀναζεύξαντος ἐπ[ὶ] Μυσίας
15 τῆς καλουμένης Ἀβ[β]αϊτίδος εἰς τοὺς ἄνω τόπους, ἀπολιπόντος δὲ
E)N TH=[I XW/R]A[I] A)NTISTRA/THGON *GNAI=ON *DOME/TION *GNAI/OU, KAI/ TINAS TW=N DU-
νά[μεων ἀπ]οτάξαντος αὐτῶι καὶ τοὺς πλείστους τῶν συμμάχων, ἐ[ξα]-
[γαγόντος δὲ τοὺς ὑ]πὸ τοῦ δήμου ἀποσταλέντας κατὰ συμμαχίαν [στρα]-
[τιώτας καὶ πο]λλὰ καὶ μεγάλα ποήσαντος εὐημερήματα καὶ τὰ ὀχυρώ-
20 [ματα πάντα] δοκοῦντα εἶναι δυσάλωιτα [κατὰ] κράτος λαβόντος, [συνησθεὶς]
[ἐπὶ τοῖς γεγονόσιν] ἐπετέλε[σε]ν μὲν τοῖς θεοῖς τὰς καθηκούσας θυσίας
21a [—]
[— Κόϊντος Καιπίων — δια]-
22 [δεξά]μενος τήν ἐν[κεχειρισ]μέ[νην τ]ῶι [Γ]ναίωι [ἀρχήν, πλῆθος ἱκανὸν]
[στρα]τιωτῶν ἐζήτει, τ[ὴν δύναμιν] ταύτην ἀναληψόμενος· [ἐνστάντος τε πά]-
[λιν τ]οῦ πολέμου, συνέ[β]αινεν θ[λ]ίβεσθαι τήν πόλιν [ἡμῶν βαρέως διὰ τὸ]
25 [ἐκ] τῆς Κοΐντου Καιπίω[ν]ος ἐπιταγῆς κατὰ τὸ συνεχὲς [Ῥωμαίοις ἡμᾶς συ]-
[στ]ρατευκέναι, ἐξαπεστάλθαι δὲ ὑπὸ τοῦ δήμου καὶ ἀπο[γεγράφθαι στρατιώ]-
[τ]ας εἰς τὸν πόλεμον καὶ πλείονας, ἐπ[η]κολουθηκέναι [δὲ ἀπορίαν· διὸ καὶ ἱκανὸν]
εἶναι νομίζων Ποσειδώνι[ο]ν, τοῦτον παρεκάλεσεν [ὁ δῆμος ἀνανεώσασ]-
[θ]αι τὰς ἀνώτερον παραιτήσεις τὰς περὶ τῶν στρατιωτῶν, [χάριν τοῦ μὴ ἐπι]-
30 [τ]ελεσθῆναι τῆι πόλει τή[νδ]ε παρὰ Κοΐντου Καιπίωνος [ἐπιταγὴν ἀκολού]-
[θως τῆι προαιρέσει Μανί]ου Ἀκυλλίου στρατηγοῦ· ὁ [δ][π]α[ρακληθεὶς προ]-
θύμως ὑπήκουσεν καὶ ἐξ αὐτῆς ἀποδημήσας μετὰ τ[ῶν συνπρεσβευτῶν ἐνέ]-
τυχεν τῶι [Γ]ναίωι, καὶ ποιησάμενος ὑπὲρ τῆς πατρίδος [τοὺς ἁρμόζοντας]
λόγους, τούς τε στρατιώτας ἐκομίσατο καὶ ἀπέλυ[σε τὴν πόλιν τῆς εἰς τού]-
35 [του]ς δαπάνης· ἐφ’ οἷς ὁ δῆμος τὸ ψήφισμα [ἐπι]κυρώσας [τὸ προάγον ἐπήινεσεν αὐ]-
[τὸ]ν πανδημεὶ καὶ θυσίας ἐπιτελέσας τοῖς θεοῖς ἐπέτα[ξεν τῶι στεφανηφόρωι]
[κ]αλέσαι τοὺς πρεσβευτὰς εἰς τὸ ἱερὸν ἐπὶ τὰς θυσίας· ἐ[ν ὧι καὶ μεγάλης ἀπο]-
[δ]οχῆς ἠξιώθη παρὰ τῶι Γναίωι, ὥστε καὶ ἐν τοῖς φίλοις [αὐτοῦ ἀναγραφῆναι, καὶ ὑ]-
[πὲρ] α[ὐ]τοῦ γράφοντες οἱ τοῦ Γναίου υἱοὶ πρὸς [τῆν πόλιν ἐνεφάνιζον ὅτι ἀ]-
40 [νέγ]ραψαν καὶ [αὐτοῖ]ς Ποσειδώνιον πατρικὸν [φίλον· ἀνθ’ ὧν ὁ δῆμος τὴν αἵρεσιν αὐτῶν]
[οἰκε]ίως ἀπ[οδεξά]μενος ἀνέγραψεν εἰ[ς τὴν τῶν προξένων καὶ εὐεργετῶν στήλην]
[Γναῖόν τε καὶ τοὺς υἱοὺς αὐτοῦ —]αν περι[—]
42a [—]
43 γενέσθαι ὑπέμεινεν καὶ ἀπο[δημήσας εἰς Ῥόδον μετὰ τῶν αὐτῶι συναπο]-
[σ]ταλέντων ἀνδρῶν καὶ ἐπελθὼ[ν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεστήσατο]
45 Ῥοδίους καταθέσθαι μὲν τὴν ὑπάρχο[υσαν αὐτοῖς πρὸς τὴν πόλιν Στρατονι]-
[κ]ήων ἀπέχθειαν, ἐπιεικῆ δὲ καὶ φιλάνθρωπ[ο]ν ὑ[πὲρ τῶν ἀμφιλεγομένων ποήσασ]-
θαι διοίκησιν· χειροτονηθέντος δὲ τοῦ ψηφίσμ[ατος ὑπὸ τοῦ Ῥοδίων δήμου καθ’ ὃ]
ἠμέλλ[ο]σαν ἐξαποστελεῖν ἐπὶ τὴν σύνκλη[τον τὴν Ῥωμαίων πρεσβείαν,]
E)/DOCEN AU)TOI=S MHKE/TI PE/MPEIN, E)PAKOLOUQ[H=SAI DE\ TOI=S U(PO\ TH=S PO/LEWS *BAR]-
50 [γυ]λιητῶν παρακαλουμένοις καὶ ἐπιτρέ[ψ]αι τῶι [ἡμετέρωι δήμωι τὴν τῶν ἀμφιλε]-
γομένων διεξαγωγήν, τῆσδε πίστεως δοθε[ίσης τοῖς παραγενομένοις παρ’ ἡ]-
[μ]ῶν πρεσβευταῖς· ἀφικόμενοι δὲ καὶ εἰς [Στ]ρατονίκειαν [ἐπελθόντες τε ἐπὶ τὴν βου]-
λὴν καὶ τὸν δῆμον καὶ τοὺς ἁρμόζοντας ποησά[μενοι πρὸς αὐτοὺς λόγους παρεστήσαν]-
το καὶ τούτους πρὸς τὰς συλλύσεις, καὶ χειροτο[νηθέντος τοῦ ψηφίσματος τοῦ περὶ τῆς]
55 PRESBEI/A[S] E)/DOCEN KAI\ TOU/TOIS MHKE/TI PE/MPEIN, E)[P]I[TRE/YAI DE\ TA\ A)MFILEGO/MENA]
πράγματα τῆι Βαργυλιη[τ]ῶν πόλει καὶ τῆς πίστεως δο[θείσης τῆς ὑπὲρ τούτων]
τοῖς περὶ Ποσειδώ[νιον·] ὁ δὲ προθύμω[ς ὑπακούσας ἐπανῆλθεν εἰς τὴν πόλιν με]-
[τ]ὰ τῶν πρεσβευτῶν [καὶ γρά]ψας πάλιν ψήφ[ισμα —]
αὐτοὺς πρεσβευ[τὰς —]ειν βουλομε[—]
60 μησαντες εισ[—]τησ[—]
[—]
Search Help
Contact Us