Honorary decree for Pamphilos by boule and demos of
Apollonia (Salb.), on block of white marble; 188/c. 100 BC; found
at Apollonia Salb.?: *Robert, La Carie II no. 167 (PH); BE
1955:203; **Piejko, Gnomon 57, 1985, 618 (l. 32); SEG 35, 1086.
[ ]
Robert, La Carie II no. 167
| 0 | [— τῶν δέκα πρεσβευτῶν ἀπὸ Ῥώ]- |
| μης μετ̣ὰ Γ̣ναί̣[ο]υ̣ τ̣οῦ στρατ̣ηγοῦ̣ τ̣ἄλα δι[οι]- | |
| κούντων ἐν Ἀπαμείαι πορευθεὶς πρὸς | |
| αὐτοὺς καλῶς καὶ συμφερόντως | |
| ὑπὲρ τῆς πατρίδος ἐστήσατο καὶ ἐν ἐ- | |
| 5 | κείνοις τοῖς καιροῖς, οὔτε κίνδυνον ὑφι- |
| δόμενος τὸν ὄντα πρὸ ὀφθαλμῶν οὔτε | |
| κακοπαθίαν οὐδεμίαν ἐκκλίνων, μετὰ | |
| πάσης σπουδῆς καὶ φιλοτιμίας ἕκαστα τού- | |
| των διώικησεν· μετὰ δὲ ταῦτα πεμφθεὶς φʹ? | |
| 10 | εἰς Ῥόδον καὶ διαγωνισάμενος μετὰ τῶν |
| συμπρεσβευτῶν πρὸς τοὺς ἀντικειμέ- | |
| νους τῶν ἐγχωρίων, ὡς ἐνεδέχετο μά- | |
| λιστα συμφέρειν οὕτως ἐποιήσατο τὰς συν- | |
| θήκας πρὸς Ῥοδίους· ἄλλας τε πλείονας | |
| 15 | πρεσβείας πρεσβεύσας ὑπὲρ τῶν κοινῶν |
| καὶ ἐμ πάσαις δεόντως ἀναστραφεὶς καὶ ὀρ- | |
| θῶς χρησάμενος τοῖς πράγμασιν πολλῶν ἀγα- | |
| θῶν τῆι πόλει παραίτιος γέγονεν· τῶν τε προσόδων | |
| τῶν δημοσίων μὴ ὀρθῶς διοικουμένων, ἀλλὰ διαφ[ω]- | |
| 20 | νουσῶν οὐχ ὡς ἔτυχεν, ψήφισμα γράψας καὶ ἐπιδοὺς |
| τῆι βουλῆι καὶ τῶι δήμωι ἐποίησεν αὐτὰς διασώιζεσ- | |
| θαι, τῶν προχειριζομένων ἀνδρῶν κατ’ ἐνιαυτὸν ἕκασ- | |
| [τ]α διοικούντων κατ<ὰ τ>ὸ ψήφισμα ὥστε μηθὲν ἔτι διάπτω- | |
| μα γενέσθαι, καὶ τὸ ὅλον [ἐμ π]αντὶ καιρῶι καὶ λέγων καὶ γρά- | |
| 25 | φων καὶ πράσσων τὰ βέλτιστα ὑπὲρ τοῦ δήμου διατελεῖ |
| τηλαυγῆ δεικνύων τὴν σπ[ουδ]ὴν ἐμ πᾶσιν ἣν ποιεῖτα[ι] | |
| ὑπὲρ τῆς πόλεως· ἐπ[ε]ὶ οὖν πολλὰς καὶ μεγάλας χρείας | |
| παρείσχηται τῶι δήμωι, δίκαιον δέ ἐστιν τοὺς ἀγαθοὺς | |
| τῶν ἀνδρῶν καταξίας χάριτας κομίζεσθαι τῶν εὐε[ρ]- | |
| 30 | γετημάτων· δεδόχθαι Ἀπολλωνιατῶν τῆι βου̣λ[ῆι] |
| καὶ τῶι δήμωἱ ἐπηινῆσθαι Πάμφιλον ἀ̣ρ̣ε̣τ̣[ῆς ἕνεκεν] | |
| [κ]αὶ εὐνοίας ἣν ἔχων διατ[ελεῖ εἰς τὴν ἑαυτοῦ πατρίδα·] | |
| [κ]αλεῖσθαι δὲ αὐ̣[τὸν καὶ τοὺς ἐκγόνους? εἰς προεδρί]- | |
| αν καθ’ ἕκα[στον ἐνιαυτὸν ἐν τῶι συντελουμέ]- | |
| 35 | ν̣ωι γυ[μνικῶι ἀγῶνι —] |