Honorary decree for Philo[ ... ] by boule and demos of
Apollo[nia] Salb., on marble block; c. 250/190 BC; found at
Apollonia Salb.: *Robert, La Carie II no. 166 (PH); BE 1955:203;
SEG 35, 1085.
[ ]
Robert, La Carie II no. 166
| 0 | [— ἔν τε τοῖς] |
| [πρότερον] χρόνοις εὔ[νους ὢν διετέλει κοινῆι τῶι] | |
| [δήμ]ωι καὶ ἰδίαι ἑκάσ[τωι τῶν πολιτῶν· ταχθεὶς] | |
| [δὲ ἱπ]πάρχης ἐπὶ τῶν παρ’ [ἡμῖν στρατιωτῶν?] | |
| [τὴν π]ᾶσαν εὐταξίαν παρέσ̣[χηται· πρεσβευ]- | |
| 5 | [τῶν δ]ὲ πεμφθέντων περὶ τῶν [συμφερόντων] |
| [τῶι δ]ήμωι πρός τε Κτησικλῆν τὸν̣ [․․․c.9․․․] | |
| [․c.5․] καὶ Μένανδρον τὸν διοικητὴ[ν ἐκτενῶς] | |
| [ἑαυτὸ]ν ἐπιδούς, ὅτε οἱ πρεσβευταὶ ἀπῆ[λθον, καὶ] | |
| [συνε]ισπορευόμενος αὐτοῖς ἔσπευδεν εἰ[ς τὸ πάν]- | |
| 10 | [τα πορι]σθῆναι πε[ρὶ] ὧν ἠξιοῦμεν· ἔτι δὲ καὶ Δ[ημη]- |
| [τρίου] τοῦ ἐγλογιστοῦ εἰσκαλεσαμένου τοὺς | |
| [πρεσ]βευτὰς ὑπὲρ ὧν ἐμπεφανίκει αὐτῶι Δημή- | |
| [τριος] ὁ τεταγμένος ἐπὶ τῶν ἱερῶν, καὶ διαμ[φι]σβη[τή]- | |
| [σαντο]ς πρὸς αὐτοὺς ὑπὲρ τῶν ἱερῶν κωμῶν [Σ]αλε[ι]- | |
| 15 | [ων τε] τῶν ὀρεινῶν καὶ Σαλειων τῶν πεδιεινῶ[ν] |
| [․c.5․]μενος παρεκάλει Δημήτριον μηθὲν τῶν | |
| [προϋπα]ρχόντων τῶι δήμωι κινεῖν ἐπὶ τῆς αὐτο[ῦ] πρα- | |
| [․c.6․․]․ιας, ἀλλ’ ἐᾶν διαμένειν καθάπερ [ἕ]ως | |
| [τοῦ νῦν] καὶ τοῖς μετὰ ταῦτα πεμφθεῖσιν πρε[σ]βε[υ]- | |
| 20 | [ταῖς περ]ὶ τῶν προδεδηλωμένων κωμῶν οὐ μ[ό]νο[ν] |
| [ἀκόλο]υθον τοῖς ἐψηφισμένοις προήκατο ἐπι[σ]τ[ο]- | |
| [λὴν π]ρὸς Δημήτριον, ἀλλὰ καὶ ἀπαντήσα̣ς̣ | |
| [αὐτῶ]ι διελέγη φιλοτιμότερον καθότι καὶ οἱ [π]ρε[σ]- | |
| [βευτα]ὶ ἀκούσαντες προσεμαρτύρησαν· τὸ δ’ ὅ- | |
| 25 | [λον ο]ὐ διαλείπει ἀεί τινος ἀγαθοῦ παραίτ[ι]ος |
| [γινό]μ̣ενος τοῖς πολίταις· δεδόχθαι Ἀπολλω- | |
| [νιατ]ῶν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθα[ι] Φιλο- | |
| [․c.3․]α̣ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων | |
| [διατ]ελεῖ εἰς τὸν δῆμον· δεδόσθαι δὲ αὐτ[ῶ]ι τε | |
| 30 | [καὶ ἐ]κγόνοις πολιτείαν καὶ ἀτέλειαν πάντω[ν] |
| [ὧν ἡ] πόλις κυρία· καλεῖσθαι δὲ αὐτὸν κα[ὶ] εἰ[ς] | |
| [προε]δρίαν καθ’ ἕκαστον ἐνιαυτὸν καὶ στεφα- | |
| [νοῦσ]θαι χρυσῶι στεφάνωι ἐν τῶι γυμνικῶ[ι] ἀγῶ- | |
| [νι τῶι] συντελουμένωι τῶι βασι̣λ̣[εῖ] Σ̣[ελεύκωι.] |