Honorary inscription in elegiacs for (Flavius Eutolmios) Tatianos, on rectangular base; 51; found at Aphrodisias: Hellenica 4, 47-53 (PH, part); BE 1949:178; Peek, WZHalle 4, 1954, 528 (non vidi); SEG 15, 661; Merkelbach, ZPE 6, 1970, 132; BE 1971:616; *Roueché, Aphrodisias in Late Antiquity no. 37 (PH).  
[ ] Roueché, Aphrodisias 37
1 τίς;  πόθεν;  ἐκ Λυκίης μέ[ν,]
ἀριστεύσας δ’ ἐνὶ θώκοις
Τατιανὸς θεσμοῖς τε δίκης
πτολίεθρα σαώσας.  vacat
5 ἀλλά με πανδαμάτωρ χρόν[ος]
ὤλλευν, εἰ μὴ ἐμὸς παῖς
ἐξ ἐμέθεν τρίτατος καὶ
ὁμώνυμος ἔργα θ’ ὅμοιο[ς]
ἐκ δαπέδων ἀνελὼν
10 στήλης ἐπίθηκεν ὁρᾶσθ̣[αι]
πᾶσιν ἀρίζηλον ναέταις
ξίνοισει θ’ ὁμοίως vacat
Καρῶν ἐκ γέης ὅς ἀπήλασε
λοίγιον ἄτην vacat
15 τὴν δὲ δίκην μερόπεσιν
ὁμέστιον ὤπασ’ ἐπεῖναι̣
πεμφθεὶς ἐκ βασιλῆος
ἔθ’ ἁδομένοισιν ἀρωγός.
Search Help
Contact Us