[Mnemeion] inscription by (no name) for [self (?),] wife
Polychronia (?), and family, with curse and penalty for
unauthorized burial, on marble fragment; imperial; found at
Aphrodisias: CIG 2826; Laum, no. 107; Cormack, Notes 15 and 61
fig. 9; *MAMA 8, no. 577 (PH).
[ ]
MAMA VIII, no. 577
0 | Ἑρμοῦ ἡ γυνὴ αὐτοῦ, οὐδεὶς δὲ ἕτερος· μετὰ δὲ [τὸ ἀφηρωϊσθῆναι τὸ μνημεῖον οὐδεὶς ἕξει ἐξουσίαν ἐπι]- |
λῦσαι καὶ ἀνοῖξαι τὴν προδ[ηλου]μένην σορὸν καὶ ἐν[θάψ]αι τινὰ ἢ] ἐκθάψαι τῶν σωματε[ί]ων ἐπεὶ [εἴ τις] | |
τούτων τι τολμήσας ἢ ἐπιχειρήσας [ἢ] ἐργοδοτήσας [π]οι[ήσει π]αρὰ τὴν γνώμην καὶ βούλησιν ἐμοῦ ἔσται ἐ[πά]ρα- | |
τος καὶ ἀσεβὴς καὶ τυμβωρύχος καὶ οὔτ[ε] ἡ γῆ αὐτῷ καρπὸν ἐνένκῃ οὔτε ἡ θάλασσα αὐτῷ πλω- | |
τὴ γενήσεται [σ]πορά τε π[α]ίδων αὐτοῦ ἐξολεῖται καὶ ἑτέρα διὰ γένους οὐ γενήσεται καὶ ζῶντι μὲν αὐ- | |
5 | τῷ ὅσα θεοὶ κατὰ ἀνθρώπων τεθείκασιν, θανόντι δὲ οὐδὲ ἡ γῆ παρέξει αὐτῷ τάφον καὶ οὐδὲν ἧτ- |
τον ἔσται ὑπε[ύθυνος] προστείμῳ τῇ [ἱερ]ωτάτῃ θεῷ Ἀφροδείτῃ εἰς κόσμον αὐτῆς 𐆖 πεντακισχίλια | |
π[οι]ησαμ[ένων τὴν τοῦ προστείμου ἐκδίκη]σιν τῶν κατ’ ἐκε[ίν]ου τοῦ καιροῦ νεοπυῶν, εἴ τις δὲ καὶ ἐκκό- | |
ψει τὴν ἐπι[γραφὴν] το[ῦ] ὑπο[σορί]ου, ὑπεύ[θυ]νος ἔ[στ]ω τῷ προστε[ί]μῳ καὶ ταῖς ἀρ[αῖ]ς ταῖς ὑπογεγ[ραμμέναις, ἀ]λλὰ | |
μὴν καὶ τ[ῇ ἱερω]τάτ[ῃ] βουλῇ διαφέρει καὶ αὐτὴ ἡ περὶ τούτου [ἐκ]δικία διὰ τὸ ἐπὶ ταύτῃ τῇ ἐκ[δικίᾳ ἀ]νατεθει- | |
10 | [κέναι ἐμ]ὲ αὐτῇ εἰς αἰωνίους αὐτῆς νομὰς ἀργυρίου ἀρχαῖα [𐆖 πεντακισχίλια] καθὼ[ς διὰ τῆς] ἀναθέσε- |
ως ἧς πεπύημαι ἐπὶ τῇ ἀναστάσει τῶν ἀνδριάντων ἐμοῦ τε καὶ Πολυχρονίας τῆς γυναικός μου καὶ τοῦ υἱοῦ Ἀ[πολ]- | |
λωνίου δηλοῦται προσβαινόντων ἀπὸ τοῦ ἐργαστηρίου μου εἰς τὴν βασιλικὴ]ν ἐν ἀρισ[τ]έροις· ἐν δὲ ταῖ[ς] ὑπο- | |
[κει]μέναις τῷ προγεγραμμένῳ βωμῷ εἰσώσταις ἐν[τα]φήσ[οντα]ι οὓς ἂν ἐγὼ ὁ Ἀπο[λλώνιος βουληθῶ ἢ δι]- | |
ατάξωμαι· ὁμοίως οὐδεὶς [ἕξει] ἐξουσίαν τοῦ ἐπιλ[ῦσαι] καὶ ἀνοῖξαι καὶ ἐνθάψαι τινὰ ἢ ἐκθάψαι τῶν ἐνόν- | |
15 | των σωματείων εἰς τὴν παρακειμένην τούτῳ τῷ μνήματι σορὸν ἐποῦσαν κατὰ [τὸν] πλάταν ἐν ἀριστέροις |
ἐν ᾗ κεκήδευται Αὐρ(ήλιός) τε Ἑρμῆς Ζήνωνος καὶ ὁ υἱὸς αὐτοῦ Ἑρμῆς, ἐνταφήσεται δὲ μόνη εἰς τὴν προ- | |
δηλουμένην Αὐρ(ηλία) Τατεία Διδύμου ἡ γεναμένη γυνὴ τοῦ Ἑρμοῦ καὶ οὐδεὶς ἕτερος. | |
τῆς ἐπιγραφῆς ταύτης ἀντίγραφον ἀπετέθη εἰς τὸ χρεωφυλάκιον ἐπὶ στεφανηφόρου τὸ βʹ Ἀττάλου υἱοῦ Μενάνδρου μηνὸς δωδεκάτου. |