Soros inscription of Titus Flavius Ariston and family, with curse and penalty for unauthorized burial; imperial; found at Aphrodisias: Henzen, Ann. d. Inst. 23, 1852, 133-134, no. 9; *LW 1641.  
[ ] LW 1641
1 [ἡ σορός ἐστι] Τίτου Φλαβίου Τί(του) Φλαβίου Ἀρίστωνο[ς —]
[κατεσκεύα]σ[τ]αι ὑπὸ αὐτοῦ καὶ εἰς τὸν Ἀμμίας τῆ[ς —]
τῆς τοῦ Ζωΐλου Καυ[σ]ι[ά]του? τῆς γυναικὸς αὐτο[ῦ —· ἐν ᾗ σορῷ]
κεκήδευται Ἀμμία ἡ γυνή μου· μετὰ δὲ τὴν ἀπ[οθέωσίν μου κηδευθήσο]-
5 μαι ἐν τῇ σορῷ κἀγὼ καὶ τὸ πρῶτον γεννηθησό[μενον τῆς θυγατρὸς τέκνον· ἐν δὲ]
ταῖς εἰσώσταις κηδευθήσονται οὓς ἂν ἐγὼ βο[υληθῶ, ἢ οἷς ἂν ἐγὼ βουληθῶ συνχω]-
ρῆσαι τὸ δίκαιον τῆς σοροῦ ἢ τοῦ μνημείου, ἕτερ[ος δὲ οὐδεὶς ἢ οἷς ἂν ποιήσωμαι συνχώ]-
ρησιν· οὐδεὶς δὲ ἕξει ἐξουσίαν ἐν τῇ σορῷ ἕτερ[ον ἐνθάψαι· ἐὰν δέ τις ἐπιχειρήσῃ τοι]-
οῦτόν τι πρᾶξαι, ἔστω ἀσεβὴς καὶ ἐπάρατος καὶ τυμ[βωρύχος καὶ προσαποτει]-
10 σάτω εἰς τιμὰς τῶν Σεβαστῶν ἀργυρίου 𐆖 ͵ϛ, ὧν τὸ τρ[ίτον μέρος ἔσται τοῦ ἐκδι]-
κήσαντο[ς· τ]ῆς δ[ὲ ἐ]πιγραφῆς ταύτης ἀποτεθεῖσθαι ἀν[τίγραφον εἰς τὸ χρεοφυλάκιον.]
Search Help
Contact Us