Mnemeion inscription by Philo<x>enos Panther for son Philo<x>enos et al.; imperial; found at Aphrodisias: *CIG 2842.  
[ ] CIG 2842
1 Φιλόξ̣ενος Συν[ηγ]όρ<ο>υ? Πάνθηρ ἐν ταῖς [κατὰ?]
τὸ μνημεῖόν μου εἰσώσταις βούλομ[αι]
τεθῆ̣ναι ἐν μὲν τῇ κατωτέρᾳ τῇ δισω-
μάτῳ Φιλόξ̣ενον τὸν ὑόν μου, καὶ Παπί-
5 αν τὸν φύσει πατέρα αὐτοῦ, ἐν δὲ τῇ
ἀνωτέρᾳ τῇ μοναχ̣ῇ? Χρύσ<ι>ον? Φιλοξένου
τὴν θυγατέρα μου· ἕτερον δὲ οὐδένα βού-
λομαι τεθῆ̣ναι ἐν αὐταῖς.  ἐπὶ ὁ ἐνθάψας τι-
νὰ ἀποτείσει τῷ κυριακῶ φίσκῳ 𐆖 ἑξακισ-
10 χείλια, ὧν τὸ τρίτον μέρος ἔσται τοῦ ἐκ-
δικήσαντος.  ταύτης τῆς ἐπιγραφῆς ἀν-
τίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα ἐπὶ στε-
φανηφόρου Τίτου Φλαβίου, Δημητρίου ὑοῦ, Ἀν̣-
των̣είνου Ἥρωος, μηνὸς Καίσαρος.  ❦
Search Help
Contact Us