Honorary/funerary inscription for Pereita[s] Adrastou; 1e/2; found at Aphrodisias: *CIG 2771.II; Liermann 47-52, no. 8 (non vidi).  
[ ] CIG 2771II
1 Περείταν̣ Ἀδράστου τοῦ Διονυσ[ίο]υ τοῦ
Περίτου τοῦ φύσει Ἀδράστου τοῦ Μόλω-
νος Μύων<ος>, ἄνδρα γένους λαμπροῦ καὶ ἐν-
δόξου καὶ γεγ<ο>νότος ἔν τ[ε] γυμνασιαρχίαις
5 καὶ στεφανηφορίαις καὶ πρεσβείαις καὶ κατασκευ-
αῖς ἔργων καὶ ἀρχαῖς καὶ λιτουργείαις πάσαις, καὶ
αὐτὼν ἀπὸ πρότης ἡλικίας κατ̣ακολουθο<ῦ>ντα
τῷ τοῦ γένους ἀξιώματι, ζ̣ῶντα φιλοτείμως
πρὸς τὴν πατρίδα, καὶ τὰς ἐνχειρ<ι>σθείσας αὐτῷ
10 ἀρχὰς καὶ πρεσβείας καὶ ἐγδικίας τετεληκότα ἴ-
σως καὶ δικαίως καὶ ἀξίως τῶν προγόνων, τελο<υ>μ[έ]-
νης? τε γυμνασιαρχίας καὶ στεφανηφορίας ἑν-
δεκάτης, καὶ αὐτῆς κα<θά>πε<ρ> Μύων ὁ πρόπαπ-
πος αὐτοῦ λαμπρῶς καὶ ἐκτενῶς καὶ ἀξίως τῶν
15 προγόνων <τ>ὰ καθήκοντα αὐτῷ τῆς γυμνασιαρχίας
καὶ στεφανηφορίας ἐκ τῶν ἰδίων τετελεκότα, ἱερω-
τεύσαντα δὲ καὶ θεοῦ Τίτου.  vacat
Search Help
Contact Us