Honorary/funerary inscription for Myon Peritou, with penalty for unauthorized burial; 2; found at Aphrodisias: *CIG 2771.I; Liermann 47-52, no. 8 (non vidi).  
[ ] CIG 2771I
1 Μύωνα Περίτου τοῦ Ἀδράστου τοῦ Διονυσ[ίου] τοῦ Περίτου
τοῦ φύσει Ἀδράστου Μόλωνος Μύων[ος Ἀδ]ράστου, ἄνδρα
[ἀπ]ὸ̣ πατρὸς καὶ προγόνων ἐνδόξων, γένους πρώτου καὶ πολλὰς γυ-
μνασιαρχίας καὶ στεφανηφορίας πεποιηκότος καὶ ἐν πρεσ-
5 βείαις καὶ ἀρχαῖς καὶ λιτουργίαις πάσαις γεγονό<το>ς, ἀνδρὸς
ἀπόγονο<ν> τῶν συνεκτηκότων τὴν πατρίδα, καὶ αὐτὸν ἀπὸ
παιδὸς ἡλικίας ζήσαντα καλῶς καὶ ἐναρέτως καὶ ἀναλο-
γούντως τῇ τοῦ γένο<υ>ς ἀξίᾳ, ἀσκήσαντα παιδε̣[ίαν?] καὶ ἐ-
ν αἷς ἐφιλοτιμήσατο πρώταις πρεσβείαις τε καὶ ἱερατείᾳ θεοῦ
10 Νέρβα παρασκόντα χρήσιμον ἑαυτὸν τῇ πατρίδι, εἰκώνων
τε ἐνόπλοις ἐπιχρύσοις ἀναθέσεσιν καὶ ἀγαλμάτων
καὶ ἀνδριάντων ἐν ἱεροῖς καὶ δημοσί<ο>ις τόποις, ἐχόντων
ἐπιγραφὰς τὰς ἀναλογούσας τῇ τοῦ γένους αὐτοῦ ἀξίᾳ [τειμηθέντα?]
εἰς τὴν ἐπικειμένην σορὸν τούτῳ <τῷ> μνημείῳ μηδενὶ ἄλλο ἐξεῖναι
15 τεθῆναι ἢ μόνῳ Περίτᾳ τῷ κατ̣εσκευακότι τὸ μνημεῖον· ἐπεὶ ὁ θεὶς
[ἕ]τερόν τινα ἀποτίσ<ε>ι τῷ <ταμείῳ> τὰ δηλούμενα πρόστειμα ἐν τῇ διαθήκῃ τῇ Περίτου. ζῇ.
Search Help
Contact Us