Honorary/funerary inscription for Myon Peritou, with
penalty for unauthorized burial; 2; found at Aphrodisias: *CIG
2771.I; Liermann 47-52, no. 8 (non vidi).
[ ]
CIG 2771I
| 1 | Μύωνα Περίτου τοῦ Ἀδράστου τοῦ Διονυσ[ίου] τοῦ Περίτου |
| τοῦ φύσει Ἀδράστου Μόλωνος Μύων[ος Ἀδ]ράστου, ἄνδρα | |
| [ἀπ]ὸ̣ πατρὸς καὶ προγόνων ἐνδόξων, γένους πρώτου καὶ πολλὰς γυ- | |
| μνασιαρχίας καὶ στεφανηφορίας πεποιηκότος καὶ ἐν πρεσ- | |
| 5 | βείαις καὶ ἀρχαῖς καὶ λιτουργίαις πάσαις γεγονό<το>ς, ἀνδρὸς |
| ἀπόγονο<ν> τῶν συνεκτηκότων τὴν πατρίδα, καὶ αὐτὸν ἀπὸ | |
| παιδὸς ἡλικίας ζήσαντα καλῶς καὶ ἐναρέτως καὶ ἀναλο- | |
| γούντως τῇ τοῦ γένο<υ>ς ἀξίᾳ, ἀσκήσαντα παιδε̣[ίαν?] καὶ ἐ- | |
| ν αἷς ἐφιλοτιμήσατο πρώταις πρεσβείαις τε καὶ ἱερατείᾳ θεοῦ | |
| 10 | Νέρβα παρασκόντα χρήσιμον ἑαυτὸν τῇ πατρίδι, εἰκώνων |
| τε ἐνόπλοις ἐπιχρύσοις ἀναθέσεσιν καὶ ἀγαλμάτων | |
| καὶ ἀνδριάντων ἐν ἱεροῖς καὶ δημοσί<ο>ις τόποις, ἐχόντων | |
| ἐπιγραφὰς τὰς ἀναλογούσας τῇ τοῦ γένους αὐτοῦ ἀξίᾳ [τειμηθέντα?] | |
| εἰς τὴν ἐπικειμένην σορὸν τούτῳ <τῷ> μνημείῳ μηδενὶ ἄλλο ἐξεῖναι | |
| 15 | τεθῆναι ἢ μόνῳ Περίτᾳ τῷ κατ̣εσκευακότι τὸ μνημεῖον· ἐπεὶ ὁ θεὶς |
| [ἕ]τερόν τινα ἀποτίσ<ε>ι τῷ <ταμείῳ> τὰ δηλούμενα πρόστειμα ἐν τῇ διαθήκῃ τῇ Περίτου. ζῇ. |