Bomos inscription of Cl(audius) Tatianos and family, with penalty for unauthorized burial, on marble block; imperial; found at Aphrodisias: Fellows, Acct. 348-349, no. 51; CIG 2832 + pp. 1115-1116 + 2815, l. 1; Bailie, Fasc. ii 55-56 and 322-324, no. 79; LW 1636; *MAMA 8, no. 545 (PH).  
[ ] MAMA VIII, no. 545
1 ὁ βωμὸς καὶ αἱ ἐν αὐτῷ ἰσῶσται καὶ ἡ ἐπικειμέν̣[η σορός εἰσὶν Κλ(αυδίου) Τατιανοῦ, εἰς ἣν σορὸν]
κηδευθήσονται Κλ(αύδιος) Τατιανὸς καὶ Κλαυδία Ζωσίμο[υ ἡ μήτηρ καὶ Ἰουλιανὴ ἡ γυνὴ αὐτοῦ]
μετὰ δὲ τὴν τούτων ἀποθέωσιν οὐδεὶς ἕξει [ξουσίαν ἐνθάψαι· ἐν δὲ ταῖς ἰσώσταις κηδευ]-
θήσονται τέκνα Τατιανοῦ καὶ Ἰουλιανῆς καὶ ἔγγον[α αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξέσται ἐνθάψαι]
5 οὐδένα· οὐχ ἕξει οὐδεὶς ἐξουσίαν ἐνθάψαι οὔτε ἐ[κθάψαι τινὰ ἐὰν μὴ Τατιανὸς ἤ τις τῶν τέκνων]
ἢ ἐγγόνων τῶν Τατιανοῦ ἐξουσίαν συνχωρή[σῃ· οὐδενὶ δὲ ἐξέσται ἀπαλλοτριῶσαι κατ’ οὐδένα]
τρόπον τὸ μνημεῖον καὶ τὴν σορόν, ἐπὶ ἐάν τις το̣[λμήσῃ ἐνθάψαι ἢ ἀπαλλοτριῶσαι ἢ συνχω]-
ρῆσαί τινι τὸ μνημεῖον καὶ τὴν σορὸν ἔνοχος ἔ[στω τυμβωρυχίᾳ καὶ ἀποτεισάτω εἰς τὸν φίσκον]
τοῦ κυρίου αὐτοκράτορος ἀργυρίου 𐆖 μύρια ὧν [τὸ τρίτον ἔσται τοῦ ἐκδικήσαντος· τῆς ἐπιγραφῆς]
10 ταύτης ἀπετέθη ἀντίγραφον εἰς τὸ χρεοφυλάκι[ον ἐπὶ στεφανηφόρου — Διοσ]-
#⁹³⁷κουρίδου ἥρωος [—]
Search Help
Contact Us