Bomos inscription of Cl(audius) Tatianos and family, with
penalty for unauthorized burial, on marble block; imperial; found
at Aphrodisias: Fellows, Acct. 348-349, no. 51; CIG 2832 + pp.
1115-1116 + 2815, l. 1; Bailie, Fasc. ii 55-56 and 322-324, no.
79; LW 1636; *MAMA 8, no. 545 (PH).
[ ]
MAMA VIII, no. 545
1 | ὁ βωμὸς καὶ αἱ ἐν αὐτῷ ἰσῶσται καὶ ἡ ἐπικειμέν̣[η σορός εἰσὶν Κλ(αυδίου) Τατιανοῦ, εἰς ἣν σορὸν] |
κηδευθήσονται Κλ(αύδιος) Τατιανὸς καὶ Κλαυδία Ζωσίμο[υ ἡ μήτηρ καὶ Ἰουλιανὴ ἡ γυνὴ αὐτοῦ] | |
μετὰ δὲ τὴν τούτων ἀποθέωσιν οὐδεὶς ἕξει ἐ[ξουσίαν ἐνθάψαι· ἐν δὲ ταῖς ἰσώσταις κηδευ]- | |
θήσονται τέκνα Τατιανοῦ καὶ Ἰουλιανῆς καὶ ἔγγον[α αὐτοῦ, ἕτερον δὲ οὐκ ἐξέσται ἐνθάψαι] | |
5 | οὐδένα· οὐχ ἕξει οὐδεὶς ἐξουσίαν ἐνθάψαι οὔτε ἐ[κθάψαι τινὰ ἐὰν μὴ Τατιανὸς ἤ τις τῶν τέκνων] |
ἢ ἐγγόνων τῶν Τατιανοῦ ἐξουσίαν συνχωρή[σῃ· οὐδενὶ δὲ ἐξέσται ἀπαλλοτριῶσαι κατ’ οὐδένα] | |
τρόπον τὸ μνημεῖον καὶ τὴν σορόν, ἐπὶ ἐάν τις το̣[λμήσῃ ἐνθάψαι ἢ ἀπαλλοτριῶσαι ἢ συνχω]- | |
ρῆσαί τινι τὸ μνημεῖον καὶ τὴν σορὸν ἔνοχος ἔ[στω τυμβωρυχίᾳ καὶ ἀποτεισάτω εἰς τὸν φίσκον] | |
τοῦ κυρίου αὐτοκράτορος ἀργυρίου 𐆖 μύρια ὧν [τὸ τρίτον ἔσται τοῦ ἐκδικήσαντος· τῆς ἐπιγραφῆς] | |
10 | ταύτης ἀπετέθη ἀντίγραφον εἰς τὸ χρεοφυλάκι[ον ἐπὶ στεφανηφόρου — Διοσ]- |
#⁹³⁷κουρίδου ἥρωος [—] |