Honorary/funerary inscription for Hermias Glykon by boule
and demos, on marble block; 1?; found at Aphrodisias: Reinach,
REG 19, 1906, 124-126, no. 52.I; *MAMA 8, no. 471.
[ ]
MAMA VIII, no. 471
1 | ἡ βουλὴ καὶ ὁ δῆμος ἔθαψεν |
καὶ ἐτείμησεν ταῖς μεγίσταις | |
τειμαῖς Ἑρμίαν Ἑρμίου τοῦ | |
Φανίου Γλύκωνα ἄνδρα καλὸν | |
5 | καὶ ἀγαθὸν γένους πρώτου καὶ |
συνεκτικότος τὴν πόλιν | |
γυμνασίαρχον κα[ὶ] στεφανηφό- | |
ρον τελέσαντα τὰς λειτουργίας | |
πολυτελέστατ[α] καὶ λαμπρότατα | |
10 | καὶ τὰς μεγίστας ἀρχὰς πάσας |
ἄρξαντα κατὰ τὸ κάλιστον (sic) τε- | |
λέσαντα δὲ καὶ πρεσβείας ἄλλας | |
τε πλείστας καὶ εἰς Ῥώμην καὶ κα- | |
θόλου πρὸς ὑπόδειγμα πάσης ἀρε- | |
15 | τῆς βιώσαντα καθότι καὶ ἐφ’ ἑκάστῳ |
τούτων διὰ τῶν ἐψηφ[ι]σμένων ἐτειμήθη. |