Platas inscription by (no name), father of Kallikrates, for [self (?)] and family, including Helen[e Menod]oto[u] (?), with curse and penalty for unauthorized burial; imperial; found at Aphrodisias: *CIG 2827.  
[ ] CIG 2827
0 [—]
Μενεσθέος κατὰ τὴν δοθεῖσαν [α]ὐτῷ̣? [σ]υν[χώρησιν] ὑπὸ [Γε]-
νεθλίου καὶ Ζήνωνος διὰ τοῦ χρεοφυλακίου· ἐν ὁ͂ πλάτᾳ [οὐδεὶς ἕξει]
[ἐξ]ουσίαν ἐνθ̣άψαι τινὰ ἕτερον μετὰ τὴν ἐμὴν τελευτὴν, εἰ μὴ Ἑλέν[η Μη]-
[νοδ]ότο[υ]? τοῦ Ἱεροκλέους τοῦ Μηνοδότου· ἕτερος δὲ οὐδεὶς ἕξει [ἐξ]-
5 [ου]σ̣ίαν ἐνθάψ̣αι τινὰ ἄλλον, οὐ<δ>ὲ? κληρονόμος μου, κατὰ οὐδεμίαν [παρ]-
[ε]ύρεσιν, οὐδὲ ἐξαλλοτριῶσαι τὸν πλάταν, οὐδὲ συνχωρῆσαί τ̣[ι]νι·
[βού]λομαι δὲ τεθῆναι καὶ Ἀ[γα]θ̣όποδα τὸν ἀπελεύθερον Καλλικράτους
[τοῦ] υἱοῦ μου· ἀλλὰ μετὰ τὸν Τατίας καὶ Ἑλένης καὶ Ἀγαθόποδος [θά]-
[να]τον τῶν προγεγραμμένων ἀποϊερῶσθαι τὸν πλάταν· ἐὰν δέ τις
10 [ἐπιχ]ειρήση̣ ποιῆσαί τι παρὰ τὰ ὑπ’ ἐμοῦ διατεταγμένα, ἔστω ἀσεβ̣ὴς
[κα]ὶ ἐ[π]άρατος καὶ τυμβωρύχος, καὶ προσαποτεισάτω τῷ κυριακῷ φίσκῳ ἀ[ρ]-
[γυ]ρ̣ί̣ου δηνάρια ͵γ, ὧν τὸ τρίτον μέρος ἔστω τοῦ ἐκδικήσαντος· ἀποτε-
[θεῖ]σ̣θαι δὲ τῆς ἐπιγραφῆς ταύτης ἀντίγραφον εἰς τὸ χρεοφυλάκιον
[ἐπὶ] στεφανηφόρου Διογένους τοῦ Ἀπολλωνίου τοῦ Τιμοκλέους Ἡ̣ρώ-
15 [δου?] μ̣η̣νὸς Ἰουλιήου· ὁ δὲ πλάτας ἐστὶν πορευομένων ἀπὸ τῆς πόλεως
[ἐν] δεξιοῖς ἐν ὁδῷ τῇ ἀπαγούσῃ ἐπὶ Δοάσων καὶ Φαρμάκου χωρίῳ. ❦
Search Help
Contact Us