Platas inscription by Genethleios Herma for self and family, with prohibition of unauthorized burial; imperial?; found at Aphrodisias: *CIG 2825.  
[ ] CIG 2825
1 τὸν πλάτην κατ<ε>σκεύασεν Γενέθλειος
Ἑρμᾶ τοῦ Ἀδρά<σ>του? αὑτῷ καὶ γυναικὶ
καὶ τέκνοις καὶ ἐγγόνοις καὶ θρεπτοῖς καὶ γυ-
ναιξὶν αὐτῶν· ἄλλῳ δὲ οὐκ ἐξέσται τεθῆ-
5 ναι, ἐκτὸς εἰ <μ>ὴ αὐτός τινι συν<χ>ώρη-
σιν δώ<σ>ει. ΤΑΙ ζῶσιν.
Search Help
Contact Us