Soros inscription by Mar(cus) Aur(elius) Polychronios
Charmides for self and family, with penalty for unauthorized
burial on marble sarcophagus; AD 212/c. 250; found near Ataeymir:
*MAMA 8, no. 576; BE 1966:411.
[ ]
MAMA VIII, no. 576
1 | [οἰν]οπέ̣δην ὠνήσ̣α̣τ̣ο̣ και̣νὰ κε̣ν̣ὰ ἀνέ̣ν̣τ̣αφα Μᾶρ(κος) Αὐρ(ήλιος) Πολυχρόνιος Χαρμίδης |
πρότερον Πολυχρόνιος Τατιανοῦ τρὶς τοῦ Χαρμίδου παρὰ Μάρ(κου) Αὐρ(ηλίου) Κάρπου Περείτου | |
ἐπὶ Ἀριστοκλέους τοῦ Χαιρέου εἰς ἣν σορὸν | |
κηδευθήσονται αὐτός τε Πο- | |
5 | λυχρόνιος καὶ Αὐρ(ηλία) Μελτίνη ἡ |
γυνὴ αὐτοῦ ἡ πρότερον Μελ- | |
τίνη Ἀντιόχου τοῦ Ζήνωνος, | |
ἐὰν μείνῃ γυνὴ τοῦ Πολυχρο- | |
νίου καὶ ἐὰν γένηται τῷ Πο- | |
10 | λυχρονίῳ ἀρρενικὸν τέκνον, |
καὶ Αὐρ(ηλία) Ζωσίμη ἡ πρότερον | |
Ζωσίμη Ἀπολλωνίου τοῦ Ἀρ- | |
χελάου, οὐδεὶς δὲ ἕτερος | |
ἐνταφήσεται τῇ σορῷ· ἐὰν | |
15 | δέ τις ἕτερον σωμάτειον ἐπιχειρήσῃ |
ἐνθάψαι ἐν τῇ σορῷ ἀποτείσει θεᾷ Ἀφροδείτῃ καὶ εἰς τὸ ἱερώτατον ταμεῖον ἀργυρίου 𐆖 ͵ϛ, ἐν | |
δὲ ταῖς [εἰσώ]σταις ταφήσονται οὓς ἂν βου[λη]θῇ ἢ διατάξεται Πολυχρόνιος ἢ κληρονόμος ἢ vacat |